§3διὸ δὴ μεγάλην μὲν ὠφέλειαν οὐκ ἐλάττω δὲ κίνδυνον τοῖς νέοις τοῦ ἀκούειν ἔχοντος, οἶμαι καλῶς ἔχειν καὶ πρὸς αὑτὸν ἀεὶ καὶ πρὸς ἕτερον διαλέγεσθαι περὶ τοῦ ἀκούειν.
因此,鉴于倾听对青年人既有巨大的益处,也伴随着不相上下的危险,我认为,经常与自己、也与他人探讨关于倾听的道理是很有好处的。
ἐπεὶ καὶ τούτῳ κακῶς τοὺς πλείστους χρωμένους ὁρῶμεν;
事实上,我们难道不也看到大多数人在错误地对待这件事吗?
οἳ λέγειν ἀσκοῦσι πρὶν ἀκούειν ἐθισθῆναι· καὶ λόγων μὲν οἴονται μάθησιν εἶναι καὶ μελέτην, ἀκροάσει δὲ καὶ τοὺς ὁπωσοῦν χρωμένους ὠφελεῖσθαι.
他们在习惯于倾听之前就练习说话;他们认为言辞(说话)需要学习和练习,而对于听讲,则认为无论怎样对待,听者都能受益。
καίτοι τοῖς μὲν σφαιρίζουσιν ἅμα τοῦ βαλεῖν καὶ τοῦ λαβεῖν τὴν σφαῖραν ἡ μάθησις· ἐν δὲ τῇ τοῦ λόγου χρείᾳ τὸ δέξασθαι καλῶς τοῦ προέσθαι πρότερόν ἐστιν, ὥσπερ τοῦ τεκεῖν τὸ συλλαβεῖν καὶ κατασχεῖν τι τῶν γονίμων.
然而,对于玩球的人来说,投球和接球的学习是同时进行的;但在言辞的使用中,妥善地接受要先于表达,正如受孕并保持生育的种子先于生产一样。
ταῖς μὲν οὖν ὄρνισι τὰς ὑπηνεμίους λοχείας καὶ ὠδῖνας ἀτελῶν τινων καὶ ἀψύχων ὑπολειμμάτων ἀρχὰς λέγουσιν εἶναι·
事实上,人们说,鸟类的“风孕”(无精受孕)和分娩,不过是一些不完整且无生命的遗留物的开始;而对于那些无法倾听、且不习惯通过听讲来获益的青年人来说,他们的言辞在落下时确实就像风一样空洞: “无声无息,消散在云雾之下。
τῶν δʼ ἀκούειν μὴ δυναμένων νέων μηδʼ ὠφελεῖσθαι διʼ ἀκοῆς ἐθισθέντων ὑπηνέμιος ὄντως ὁ λόγος ἐκπίπτων
"
ἀκλειὴς ἀίδηλος ὑπαὶ νεφέεσσι κεδάσθη
"
τὰ μὲν γὰρ ἀγγεῖα πρὸς τὴν ὑποδοχὴν τῶν ἐγχεομένων ἐπικλίνουσι καὶ συνεπιστρέφουσιν, ἵνʼ ἔγχυσις ἀληθῶς, μὴ ἔκχυσις γένηται, αὑτοὺς δὲ τῷ λέγοντι παρέχειν καὶ, συναρμόττειν τῇ προσοχῇ τὴν ἀκρόασιν, ὡς μηδὲν ἐκφύγῃ τῶν χρησίμως λεγομένων, οὐ μανθάνουσιν, ἀλλʼ ὃ πάντων καταγελαστότατόν ἐστιν, ἂν μέν τινι προστύχωσι διηγουμένῳ δεῖπνον ἢ πομπὴν ἢ ὄνειρον ἢ λοιδορίαν γεγενημένην αὐτῷ πρὸς ἄλλον, ἀκροῶνται σιωπῇ καὶ προσλιπαροῦσιν ἂν δέ τις αὐτοὺς ἐπισπασάμενος διδάσκῃ τι τῶν χρησίμων ἢ παραινῇ τῶν δεόντων ἢ νουθετῇ πλημμελοῦντας ἢ καταπραΰνῃ χαλεπαίνοντας, οὐχ ὑπομένουσιν, ἀλλʼ ἂν μὲν δύνωνται, περιγενέσθαι φιλοτιμούμενοι διαμάχονται πρὸς τὸν λόγον· εἰ δὲ μή, φεύγοντες ἀπίασι πρὸς ἑτέρους λόγους καὶ φλυάρους, ὡς ἀγγεῖα φαῦλα καὶ σαθρὰ τὰ ὦτα πάντων μᾶλλον ἢ τῶν ἀναγκαίων ἐμπιπλάντες.
” 因为,人们为了接纳注入之物,会把容器倾斜并对准,以便能真正注入,而不至于溢出;然而,青年人却不学会将自己呈献给说话者,并用专注的态度调整倾听,以防漏掉任何有益的言论。 但最荒谬的是,如果他们遇到有人在讲述一顿晚餐、一次游行、一个梦境,或者他与别人发生的一场争吵,他们会静静地听,甚至苦苦央求对方讲下去;但如果有人吸引他们的注意力,试图教导他们一些有用的东西,或建议他们做该做的事,或在他们犯错时提出规劝,或在他们动怒时予以平息,他们就无法忍受了。 而且,如果他们有能力,就会因为争强好胜而极力与那些话语抗辩;如果不能抗辩,他们就会逃跑,离去转向其他闲聊和废话,就像对待低劣和破损的容器一样,用各种垃圾塞满耳朵,唯独装不下必需的东西。
τοὺς μὲν οὖν ἵππους οἱ καλῶς τρέφοντες εὐστόμους τῷ χαλινῷ, τοὺς δὲ παῖδας εὐηκόους τῷ λόγῳ παρέχουσι, πολλὰ μὲν ἀκούειν μὴ πολλὰ δὲ λέγειν διδασκομένους.
因此,善于养马的人用缰绳使马有顺从的嘴,而教育孩子的人则用理性使孩子有顺从的耳,教导他们要多听而不要多说。
καὶ γὰρ τὸν Ἐπαμεινώνδαν ὁ Σπίνθαρος ἐπαινῶν ἔφη μήτε πλείονα γιγνώσκοντι μήτʼ ἐλάττονα φθεγγομένῳ ῥᾳδίως ἐντυχεῖν ἑτέρῳ.
正如斯平塔罗斯在赞美伊帕米农达时所说,很难再遇到另一个知道得更多、却说得更少的人了。
καὶ τὴν φύσιν ἡμῶν ἑκάστῳ λέγουσι δύο μὲν ὦτα δοῦναι, μίαν δὲ γλῶτταν, ὡς ἐλάττονα λέγειν ἢ ἀκούειν ὀφείλοντι.
人们还说,自然赋予我们每个人两只耳朵和一条舌头,意在表明我们应当少说多听。
§4πανταχοῦ μὲν οὖν τῷ νέῳ κόσμος ἀσφαλής ἐστιν ἡ σιωπή, μάλιστα δʼ ὅταν ἀκούων ἑτέρου μὴ συνταράττηται μηδʼ ἐξυλακτῇ πρὸς ἕκαστον, ἀλλὰ κἂν ὁ λόγος ᾖ μὴ λίαν ἀρεστός, ἀνέχηται καὶ περιμένῃ παύσασθαι τὸν διαλεγόμενον, καὶ παυσαμένου μὴ εὐθέως ἐπιβάλλῃ τὴν ἀντίρρησιν, ἀλλʼ ὡς Αἰσχίνης φησί, διαλείπῃ χρόνον, εἴτε προσθεῖναί τι βούλοιτο τοῖς λελεγμένοις ὁ εἰρηκώς, εἴτε μεταθέσθαι καὶ ἀφελεῖν.
因此,在任何地方,沉默对青年人来说都是安全的装饰,尤其是当听别人说话时,不感到局促不安,也不对每一句话都狂吠反驳,而是即使那番话不那么合意,也能忍耐并等待说话者讲完;而且在对方讲完后,不立刻抛出反对意见,而是像埃斯基涅斯所说,留出一点时间,看看说话者是想对已经说过的原话做些补充,还是想加以修改和收回。
οἱ δʼ εὐθὺς ἀντικόπτοντες, οὔτʼ ἀκούοντες οὔτʼ ἀκουόμενοι λέγοντες δὲ πρὸς λέγοντας, ἀσχημονοῦσιν·
而那些立刻打断别人的人,既听不到别人的话,自己的话也无法被听进去,只是对着说话的人说话,显得十分失态。
ὁ δʼ ἐγκρατῶς καὶ μετʼ αἰδοῦς ἀκούειν ἐθισθεὶς τὸν μὲν ὠφέλιμον λόγον ἐδέξατο καὶ κατέσχε, τὸν δʼ ἄχρηστον ἢ ψευδῆ μᾶλλον διεῖδε καὶ κατεφώρασε, φιλαλήθης φανείς, οὐ φιλόνεικος οὐδὲ προπετὴς καὶ δύσερις.
相反,习惯于克制且怀着敬意倾听的人,能够接受并记住有益的言论,也更能看清并揭穿无用或虚假的话语,这使他显得热爱真理,而不是争强好胜、轻率好斗。
ὅθεν οὐ κακῶς ἔνιοι λέγουσιν ὅτι δεῖ τῶν νέων μᾶλλον ἐκπνευματοῦν τὸ οἴημα καὶ τὸν τῦφον ἢ τῶν ἀσκῶν τὸν ἀέρα τοὺς ἐγχέαι τι βουλομένους χρήσιμον εἰ δὲ μή, γέμοντες ὄγκου καὶ φυσήματος οὐ προσδέχονται.
因此,有人说得很有道理:对于那些想要往青年人脑子里灌输有益知识的人来说,应当先排空他们的自满和虚荣,这甚至比排出皮囊里的空气更为紧要;否则,青年人装满了自大和虚火,便什么也装不进去了。