Humanitext Reader

普鲁塔克 · 论倾听 §1-2

致尼坎德的劝告与倾听的重要性

第 1 段,共 11 段 · 希腊语

内容简介

作者建议刚步入成年期的尼坎德要正确倾听理性,并强调听觉在青年道德成长中的极大重要性。

§1τὴν γενομένην μοι σχολὴν περὶ τοῦ ἀκούειν, ὦ Νίκανδρε, ἀπέσταλκά σοι γράψας, ὅπως εἰδῇς τοῦ πείθοντος ὀρθῶς ἀκούειν, ὅτε τῶν προσταττόντων ἀπήλλαξαι τὸ ἀνδρεῖον ἀνειληφὼς ἱμάτιον.
尼坎德啊,关于倾听,我把曾经获得的闲暇(所作的思考)写信寄给你,以便让你知道,在你脱离了那些发号施令的人、穿上成年男子的斗篷后,应当如何正确地倾听那劝导你的人。
ἀναρχία μὲν γάρ, ἣν ἔνιοι τῶν νέων ἐλευθερίαν ἀπαιδευσίᾳ νομίζουσι, χαλεπωτέρους ἐκείνων τῶν ἐν παισὶ διδασκάλων καὶ παιδαγωγῶν δεσπότας ἐφίστησι τὰς ἐπιθυμίας ὥσπερ ἐκ δεσμῶν λυθείσας· καὶ καθάπερ Ἡρόδοτός φησιν ἅμα τῷ χιτῶνι συνεκδύεσθαι τὴν αἰδῶ τὰς γυναῖκας, οὕτως ἔνιοι τῶν νέων ἅμα τῷ τὸ παιδικὸν ἱμάτιον ἀποθέσθαι συναποθέμενοι τὸ αἰδεῖσθαι καὶ φοβεῖσθαι καὶ λύσαντες τὴν κατασχηματίζουσαν αὐτοὺς περιβολὴν εὐθὺς ἐμπίπλανται τῆς ἀναγωγίας.
因为,部分青年因缺乏教育而误认为是自由的无规矩状态,会将他们如同解开锁链般的欲望,设立为比童年时期那些教师和启蒙导师更为残酷的主人;正如希罗多德所说,女人脱下衣服的同时也脱下了羞耻,同样,一些青年在脱下童年斗篷的同时,也脱下了羞耻与敬畏,解开了规范他们行为的约束,立刻充满了无教养的放肆。
σὺ δὲ πολλάκις ἀκηκοὼς ὅτι ταὐτόν ἐστι τὸ ἕπεσθαι θεῷ καὶ τὸ πείθεσθαι λόγῳ, νόμιζε τὴν εἰς ἄνδρας ἐκ παίδων ἀγωγὴν οὐκ ἀρχῆς εἶναι τοῖς εὖ φρονοῦσιν ἀποβολήν, ἀλλὰ μεταβολὴν ἄρχοντος, ἀντὶ μισθωτοῦ τινος ἢ ἀργυρωνήτου θεῖον ἡγεμόνα τοῦ βίου λαμβάνουσι τὸν λόγον, ᾧ τοὺς ἑπομένους ἄξιόν ἐστι μόνους ἐλευθέρους νομίζειν.
然而,你已经多次听过,顺从神明与服从理性是同一回事,因此对于明智的人来说,从童年到成年的过渡(引导)绝非丢弃统治,而是统治者的转换;也就是说,他们不再接受雇工或买来的奴隶的管束,而是将理性作为生命之神圣引导者,唯有顺从理性的人,才配被视为自由的人。
μόνοι γὰρ ἃ δεῖ βούλεσθαι μαθόντες, ὡς βούλονται ζῶσι· ταῖς δʼ ἀπαιδεύτοις καὶ παραλόγοις ὁρμαῖς καὶ πράξεσιν ἀγεννὲς ἔνεστι καὶ μικρὸν ἐν πολλῷ τῷ μετανοοῦντι τὸ ἑκούσιον.
因为只有他们学会了渴望应当渴望的事,从而按照自己的意愿生活;而在未受教育且不合常理的冲动与行为中,其自愿的成分既卑微又渺小,且伴随着大量的悔恨。
§2ἐπεὶ δʼ ὥσπερ τῶν ἐγγραφομένων εἰς τὰς πολιτείας οἱ μὲν ἀλλοδαποὶ καὶ ξένοι κομιδῇ πολλὰ μέμφονται καὶ δυσκολαίνουσι τῶν γιγνομένων, οἱ δʼ ἐκ μετοίκων σύντροφοι καὶ συνήθεις τῶν νόμων ὄντες οὐ χαλεπῶς προσδέχονται τὰ ἐπιβάλλοντα καὶ στέργουσιν, οὕτω σε δεῖ πολὺν χρόνον ἐν φιλοσοφίᾳ παρατρεφόμενον καὶ πᾶν μάθημα καὶ ἄκουσμα παιδικὸν ἀπʼ ἀρχῆς ἐθισθέντα προσφέρεσθαι λόγῳ φιλοσόφῳ μεμιγμένον, εὐμενῆ καὶ οἰκεῖον ἥκειν εἰς φιλοσοφίαν, ἣ μόνη τὸν ἀνδρεῖον καὶ τέλειον ὡς ἀληθῶς ἐκ λόγου τοῖς νέοις περιτίθησι κόσμον.
正如在登记入籍的人群中,那些外国人和外乡人对发生的许多事情极度抱怨和不满,而那些混血或习惯了法律的侨民则毫不困难地接受并乐意服从所规定的事,同样,你也必须长期在哲学中熏陶,从一开始就习惯于将童年的每项学习和所听之言与哲学理性融合在一起,带着友善和亲近的态度走向哲学;因为唯有哲学,能真正凭借理性为青年人披上雄健而完美的品德装饰。
Οὐκ ἂν ἀηδῶς οἶμαί σε προακοῦσαι περὶ τῆς ἀκουστικῆς αἰσθήσεως, ἣν ὁ Θεόφραστος παθητικωτάτην εἶναί φησι πασῶν.
我相信你不会不乐意预先听一听关于听觉的道理,泰奥弗拉斯托斯说听觉是所有感觉中最易受外物影响的。
οὔτε γὰρ ὁρατὸν οὐδὲν οὔτε γευστὸν οὔτε ἁπτὸν ἐκστάσεις ἐπιφέρει καὶ ταραχὰς καὶ πτοίας τηλικαύτας ἡλίκαι καταλαμβάνουσι τὴν ψυχὴν κτύπων τινῶν καὶ πατάγων καὶ ἤχων τῇ ἀκοῇ προσπεσόντων.
因为,无论是视觉、味觉还是触觉,都不会像某些噪音、击打声和轰鸣声传入耳朵时那样,给灵魂带来如此巨大的动摇、混乱和惊恐。
ἔστι δὲ λογικωτέρα μᾶλλον ἢ παθητικωτέρα.
然而,听觉与其说是易受影响的,不如说是更具理性特征的。
τῇ μὲν γὰρ κακίᾳ πολλὰ χωρία καὶ μέρη τοῦ σώματος παρέχει διʼ αὐτῶν ἐνδῦσαν ἅψασθαι τῆς ψυχῆς, τῇ δʼ ἀρετῇ μία λαβὴ τὰ ὦτα τῶν νέων ἐστίν, ἂν ᾖ καθαρὰ καὶ ἄθρυπτα κολακείᾳ καὶ λόγοις ἄθικτα φαύλοις ἀπʼ ἀρχῆς φυλάττηται.
因为,虽然身体有许多地方和部位可以提供给恶德,让其通过并触及灵魂,但对于美德而言,青年人的耳朵是唯一的手柄——只要它们从一开始就被保护得干干净净,不被谄媚所败坏,也不被恶劣的言辞所沾染。
διὸ καὶ Ξενοκράτης τοῖς παισὶ μᾶλλον τοῖς ἀθληταῖς ἐκέλευε περιάπτειν ἀμφωτίδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομένων, οὐκ ἀνηκοΐαν οὐδὲ κωφότητα προμνώμενος, ἀλλὰ τῶν λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει, τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν.
因此,克塞诺克拉底也曾建议给孩子们戴上耳罩,甚至超过给运动员戴,因为后者的耳朵会被击打弄畸形,而前者的品格会被言辞所扭曲。 他并不是在倡导不听或装聋,而是劝告人们防范恶劣的言辞,直到其他有益的言辞(如同在哲学培育下成长起来的人格守护者)占据灵魂中那最易动摇和被说服的领地。
καὶ Βίας ὁ παλαιὸς Ἀμάσιδι, κελευσθεὶς τὸ χρηστότατον ὁμοῦ καὶ φαυλότατον ἐκπέμψαι κρέας τοῦ ἱερείου, τὴν γλῶτταν ἐξελὼν ἀπέπεμψεν, ὡς καὶ βλάβας καὶ ὠφελείας τοῦ λέγειν ἔχοντος μεγίστας.
古时的比阿斯被阿玛西斯命令送去祭祀祭肉中最好同时也是最坏的部分时,他割下舌头送了过去,因为他认为言语既能带来最大的危害,也能带来最大的益处。
οἵ τε πολλοὶ τὰ μικρὰ παιδία καταφιλοῦντες αὐτοὶ τε τῶν ὤτων ἅπτονται κἀκεῖνα τοῦτο ποιεῖν κελεύουσιν, αἰνιττόμενοι μετὰ παιδιᾶς ὅτι δεῖ φιλεῖν μάλιστα τοὺς διὰ τῶν ὤτων ὠφελοῦντας.
许多人在亲吻小孩子时,自己会去摸孩子的耳朵,并让孩子也这样做,这是在游戏中暗示,人们最应当爱戴那些通过耳朵给予他们教益的人。
ἐπεὶ ὅτι γε πάσης ἀκροάσεως ἀπειργόμενος ὁ νέος καὶ λόγου μηδενὸς γευόμενος οὐ μόνον ἄκαρπος ὅλως καὶ ἀβλαστὴς διαμένει πρὸς ἀρετήν, ἀλλὰ καὶ διαστρέφοιτʼ ἂν πρὸς κακίαν, ὥσπερ ἐκ χώρας ἀκινήτου καὶ ἀργῆς ἄγρια πολλὰ τῆς ψυχῆς ἀναδιδούς, δῆλόν ἐστι.
显而易见,如果青年被剥夺了一切倾听,尝不到任何言辞,他不仅在美德上完全不结果实、不发芽,而且还会扭曲走向恶德,就像从荒废闲置的土地上长出许多野草一样,从灵魂中生出许多野蛮的性情。
τὰς γὰρ ἐφʼ ἡδονὴν ὁρμὰς καὶ πρὸς πόνον ὑποψίας οὐ θυραίους οὐδʼ ὑπὸ λόγων ἐπεισάκτους, ἀλλʼ ὥσπερ αὐτόχθονας οὔσας μυρίων παθῶν καὶ νοσημάτων πηγάς ἂν ἐᾷ τις ἀφέτους ᾗ πεφύκασι χωρεῖν καὶ μὴ λόγοις χρηστοῖς ἀφαιρῶν ἢ παρατρέπων καταρτύῃ τὴν φύσιν, οὐκ ἔστιν ὃ τῶν θηρίων οὐκ ἂν ἡμερώτερον ἀνθρώπου φανείη.
因为,如果放任指向快乐的冲动和对痛苦的猜忌——这些并不是外来的,也不是由言辞引入的,而是如同土生土长的、无数情欲和疾病的源泉——由着它们的本性发展,而不通过有益的言辞来加以消除或引导,以此调教本性,那么在所有野兽中,就没有哪一种不会显得比人更温顺。

词汇与语法注释

  1. 37cτοῦ πείθοντος — 由不定式 ἀκούειν 所支配的属格宾语。它是现在分词的实名词化,意为“说服者”或“引导者”。
  2. 37dδεσπότας ... τὰς ἐπιθυμίας — 动词 ἐφίστησι 的双宾格。τὰς ἐπιθυμίας(欲望)是直接宾语,χαλεπωτέρους ... δεσπότας(更残酷的主人)是谓语性宾格。
  3. 37eλαμβάνουσι — 与格现在分词复数阳性。与前文的 τοῖς εὖ φρονοῦσιν(对明智的人来说)相一致,将其解释为将理性“接受”为生命之神圣引导者的人。
  4. 38dοὐκ ἔστιν ὃ τῶν θηρίων οὐκ ἂν ἡμερώτερον ἀνθρώπου φανείη — 双重否定结构。οὐκ ἔ示的 ὃ ... οὐκ(没有……不)的形式表达了强烈的肯定:“任何野兽都会显得比(不用理性的语言调教本性的)人更温顺”。

引用这一段

普鲁塔克, 论倾听 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg069.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。