§16καὶ μὴν τῶν γε νουθεσιῶν καὶ τῶν ἐπιπλήξεων οὔτʼ ἀναλγήτως οὔτʼ ἀνάνδρως ἀκουστέον.
此外,对于忠告和责备,既不可无动于衷,也不可懦弱无力地去听。
οἱ γὰρ εὐκόλως καὶ ὀλιγώρως τὸ κακῶς ἀκούειν ὑπὸ τῶν φιλοσόφων φέροντες, ὥστε γελᾶν ἐλεγχόμενοι καὶ τοὺς ἐλέγχοντας ἐπαινεῖν, ὥσπερ οἱ παράσιτοι τοὺς τρέφοντας, ὅταν ὑπʼ αὐτῶν λοιδορῶνται, παντάπασιν ἰταμοὶ καὶ θρασεῖς ὄντες, οὐ καλὴν οὐδʼ ἀληθῆ διδόασιν ἀπόδειξιν ἀνδρείας τὴν ἀναισχυντίαν.
因为那些将哲学家们的批评视为儿戏、不以为意,乃至在被揭露时发笑、并去迎合称赞那些揭露他们的人(就像寄生虫在被豢养者辱骂时的反应一样),他们完全是厚颜无耻且狂妄自大的,根本无法证明他们的不要脸是勇敢的优美而真实的体现。
σκῶμμα μὲν γὰρ ἀνύβριστον ἐν παιδιᾷ τινι μετʼ εὐτραπελίας ἀφειμένον ἐνεγκεῖν ἀλύπως καὶ ἱλαρῶς οὐκ ἀγεννὲς οὐδʼ ἀπαίδευτον ἀλλʼ ἐλευθέριον πάνυ καὶ Λακωνικόν ἐστιν· ἐπαφῆς δὲ καὶ νουθεσίας πρὸς ἐπανόρθωσιν ἤθους ὥσπερ φαρμάκῳ δάκνοντι λόγῳ χρωμένης ἐλέγχοντι μὴ συνεσταλμένον ἀκούειν μηδʼ ἱδρῶτος καὶ ἰλίγγου μεστόν, αἰσχύνῃ φλεγόμενον τὴν ψυχήν, ἀλλʼ ἄτρεπτον καὶ σεσηρότα καὶ κατειρωνευόμενον, ἀνελευθέρου τινὸς δεινῶς καὶ ἀπαθοῦς πρὸς τὸ αἰδεῖσθαι νέου διὰ συνήθειαν ἁμαρτημάτων καὶ συνέχειαν, ὥσπερ ἐν σκληρᾷ σαρκὶ καὶ τυλώδει τῇ ψυχῇ μώλωπα μὴ λαμβάνοντος.
因为在某种戏谑中,毫无恶意且饱含机智地抛出的玩笑,能够心平气和且愉快地予以承受,这绝非卑劣或缺乏教养,而是极其高尚且富有斯巴达风骨的;然而,当旨在矫正人格的触动与忠告,将反驳的言论视同刺痛的药物来使用时,如果听起来毫无畏缩,也不流冷汗,不感到眩晕,灵魂不因羞耻而如火烧,反而神色不变、面带狞笑、故作讽刺,这就是由于对过错习以为常且执迷不悟,导致年轻人在羞耻感面前变得极度卑劣和无感,仿佛在坚硬和起了茧子的肉体中,灵魂也无法留下任何伤痕。
τούτων δὲ τοιούτων ὄντων οἱ τὴν ἐναντίαν διάθεσιν ἔχοντες νέοι κἂν ἅπαξ ποτὲ ἀκούσωσι κακῶς, φεύγοντες ἀνεπιστρεπτὶ καὶ δραπετεύοντες ἐκ φιλοσοφίας, καλὴν ἀρχὴν πρὸς τὸ σωθῆναι τὸ αἰδεῖσθαι παρὰ τῆς φύσεως ἔχοντες, ἀπολλύουσι διὰ τρυφὴν καὶ μαλακίαν, οὐκ ἐγκαρτεροῦντες τοῖς ἐλέγχοις οὐδὲ τὰς ἐπανορθώσεις δεχόμενοι γεννικῶς, ἀλλʼ ἐπὶ τὰς προσηνεῖς καὶ ἁπαλὰς ἀποστρέφοντες ὁμιλίας τὰ ὦτα, κολάκων τινῶν ἢ σοφιστῶν ἀνωφελεῖς καὶ ἀνονήτους ἡδείας δὲ φωνὰς κατᾳδόντων.
在这些情况之下,那些具有相反性格的年轻人,哪怕只听了一次批评,就会头也不回地逃跑,从哲学中脱逃。 他们本拥有自然赋予的、作为得救之优美起点的“羞耻心”,却因为骄奢与软弱而将其丧失,他们既无法忍受反驳,也无法高尚地接受矫正。 相反,他们将耳朵转向那些温和柔顺的交往,倾听某些谄媚者或诡辩家所吟唱的无益且无用、却十分甜美的声音。
ὥσπερ οὖν ὁ μετὰ τὴν τομὴν φεύγων τὸν ἰατρὸν καὶ τὸν ἐπίδεσμον μὴ προσιέμενος τὸ μὲν ἀλγεινὸν ἀνεδέξατο, τὸ δʼ ὠφέλιμον οὐχ ὑπέμεινε τῆς θεραπείας, οὕτως ὁ τῷ χαράξαντι καὶ τρώσαντι λόγῳ τὴν ἀβελτερίαν ἀπουλῶσαι καὶ καταστῆσαι μὴ παρασχὼν ἀπῆλθε δηχθεὶς καὶ ἀλγήσας ἐκ φιλοσοφίας, ὠφεληθεὶς δὲ μηδέν.
正如那些在动完手术后便逃离医生、拒绝包扎的人,虽然承受了痛苦的部分,却没能坚持承受治疗中有益的部分一样;那些不允许刺痛并伤害他的言论治愈其愚蠢并使之复原的人,也在感到刺痛与痛苦之后便离开了哲学,没有得到任何益处。
οὐ γὰρ μόνον, ὡς Εὐριπίδης φησί, τὸ Τηλέφου τραῦμα
"
πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν
"
ἀλλὰ καὶ τὸν ἐκ φιλοσοφίας ἐμφυόμενον εὐφυέσι νέοις δηγμὸν αὐτὸς ὁ τρώσας λόγος ἰᾶται.
因为正如欧里庇得斯所说,不仅特勒福斯的伤口“会被刮下的枪尖铁屑所抚平”,而且哲学在天赋优异的年轻人身上留下的伤痛,也是由那伤害他的言论本身来治愈的。
διὸ δεῖ πάσχειν μέν τι καὶ δάκνεσθαι, μὴ συντρίβεσθαι δὲ μηδʼ ἀθυμεῖν τὸν ἐλεγχόμενον, ἀλλʼ ὥσπερ ἐν τελετῇ κατηργμένης αὐτοῦ φιλοσοφίας τοὺς πρώτους καθαρμοὺς καὶ θορύβους ἀνασχόμενον ἐλπίζειν τι γλυκὺ καὶ λαμπρὸν ἐκ τῆς παρούσης ἀδημονίας καὶ ταραχῆς.
因此,被反驳者应当有所感触、有所刺痛,但不可被击碎,亦不可气馁。 相反,应当像在秘仪中那样,既然哲学已对他开启,就应当忍受最初的净化与骚乱,并期待从眼前的焦虑与混乱中诞生出某种甘美与光明。
καὶ γὰρ ἂν ἀδίκως ἡ ἐπιτίμησις γίγνεσθαι δοκῇ, καλὸν ἀνασχέσθαι καὶ διακαρτερῆσαι λέγοντος· παυσαμένῳ δʼ αὐτὸν ἐντυχεῖν ἀπολογούμενον καὶ δεόμενον τὴν παρρησίαν ἐκείνην καὶ τὸν τόνον, ᾧ νῦν κέχρηται πρὸς αὐτόν, εἴς τι τῶν ἀληθῶς ἁμαρτανομένων φυλάττειν.
即使那责备看似是不公正的,在说话者发言时予以忍受并坚持到底也是高尚的;当他结束时,再走上前去,进行自我辩护,并请求他将如今对自己使用的那份直言不讳与严厉调子,留给真正犯错的时候。
§17ἔτι τοίνυν ὥσπερ ἐν γράμμασι καὶ περὶ λύραν καὶ παλαίστραν αἱ πρῶται μαθήσεις πολὺν ἔχουσι θόρυβον καὶ πόνον καὶ ἀσάφειαν, εἶτα προιόντι κατὰ μικρὸν ὥσπερ πρὸς ἀνθρώπους συνήθεια πολλὴ καὶ γνῶσις ἐγγενομένη πάντα φίλα καὶ χειροήθη καὶ ῥᾴδια λέγειν τε καὶ πράττειν παρέσχεν, οὕτω δὴ καὶ φιλοσοφίας ἐχούσης τι καὶ γλίσχρον ἀμέλει καὶ ἀσύνηθες ἐν τοῖς πρώτοις ὀνόμασι καὶ πράγμασιν οὐ δεῖ φοβηθέντα τὰς ἀρχὰς ψοφοδεῶς καὶ ἀτόλμως ἐγκαταλιπεῖν, ἀλλὰ πειρώμενον ἑκάστου καὶ προσλιπαροῦντα καὶ γλιχόμενον τοῦ πρόσω τὴν πᾶν τὸ καλὸν ἡδὺ ποιοῦσαν ἀναμένειν συνήθειαν.
此外,正如在学习识字、以及关于琴艺和体育场的练习中,最初的学习都会伴随着许多混乱、劳苦和模糊,但随后随着不断深入,渐渐地,就像对人产生亲近感一样,产生出极大的熟悉与理解,使得一切都变得亲切、顺手、易于言说和践行;同样地,尽管哲学在其最初的词汇和事物中确实带有某种艰难与陌生,人们也不应在开始时感到害怕,像懦夫一般且毫无勇气地半途而废,而应当去尝试每一件事,坚持不懈,并热切渴望着前行,等待那能将一切优美之物变作甘美的“熟悉感”到来。
ἥξει γὰρ οὐ διὰ μακροῦ πολὺ φῶς ἐπιφέρουσα τῇ μαθήσει καὶ δεινοὺς ἔρωτας ἐνδιδοῦσα πρὸς τὴν ἀρετήν, ὧν ἄνευ πάνυ τλήμονος ἀνδρός ἐστιν ἢ δειλοῦ τὸν ἄλλον ὑπομένειν βίον, ἐκπεσόντα διʼ ἀνανδρίαν φιλοσοφίας.
因为它在不久后便会到来,为学习带来大片光明,并向人们注入对美德的强烈热爱;若没有这些,因懦弱而从哲学中跌落、并忍受余下的一生,将是极度可悲或胆怯之人的行径。
ἴσως μὲν οὖν ἔχει τι καὶ τὰ πράγματα τοῖς ἀπείροις καὶ νέοις ἐν ἀρχῇ δυσκατανόητον· οὐ μὴν ἀλλὰ τῇ γε πλείστῃ περιπίπτουσιν ἀσαφείᾳ καὶ ἀγνοίᾳ διʼ αὑτούς, ἀπʼ ἐναντίων φύσεων ταὐτὸν ἁμαρτάνοντες.
也许,对于无经验者和年轻人而言,这些事物在开始时确实有些难以理解;然而,他们所陷入的极大多数模糊与无知,其实是咎由自取,他们因相反的性格而犯下了相同的错误。
οἱ μὲν γὰρ αἰσχύνῃ τινὶ καὶ φειδοῖ τοῦ λέγοντος ὀκνοῦντες ἀνερέσθαι καὶ βεβαιώσασθαι τὸν λόγον, ὡς ἔχοντες ἐν νῷ συνεπινεύουσιν, οἱ δʼ ὑπὸ φιλοτιμίας ἀώρου καὶ κενῆς πρὸς ἑτέρους ἁμίλλης ὀξύτητα καὶ δύναμιν εὐμαθείας ἐπιδεικνύμενοι, πρὶν ἢ λαβεῖν ἔχειν ὁμολογοῦντες, οὐ λαμβάνουσιν.
因为一些人出于某种害羞和对说话者的体谅,不好意思追问并确认其言论,便假装理解似地点头同意;而另一些人则出于不合时宜的虚荣心、以及与他人的盲目竞争,为了炫耀自己的敏捷和理解力,在掌握之前便宣称已经明白,结果却一无所获。
εἶτα συμβαίνει τοῖς μὲν αἰδήμοσι καὶ σιωπηλοῖς ἐκείνοις, ὅταν ἀπέλθωσι, λυπεῖν αὑτοὺς καὶ ἀπορεῖσθαι, καὶ τέλος αὖθις ὑπʼ ἀνάγκης ἐλαυνομένους σὺν αἰσχύνῃ μείζονι τοῖς εἰποῦσιν ἐνοχλεῖν ἀναπυνθανομένους καὶ μεταθέοντας, τοῖς δὲ φιλοτίμοις καὶ θρασέσιν ἀεὶ περιστέλλειν καὶ ἀποκρύπτειν συνοικοῦσαν τὴν ἀμαθίαν.
于是便导致了这样的结果:那些羞怯而沉默的人在离开之后,自己折磨自己并感到困惑,最终迫于需要,带着更大的羞耻,去纠缠那些说话者,重新询问并追赶他们;而那些爱慕虚荣且狂妄自大的人,则始终掩盖并隐藏着与他们同在的无知。