§14οἱ δὲ τοῦ μὲν λέγοντος οἴονταί τι ἔργον εἶναι, τοῦ δʼ ἀκούοντος οὐδέν, ἀλλʼ ἐκεῖνον μὲν ἀξιοῦσιν ἥκειν πεφροντικότα καὶ παρεσκευασμένον, αὐτοὶ δʼ ἄσκεπτοι καὶ ἀφρόντιδες τῶν καθηκόντων ἐμβαλόντες καθέζονται καθάπερ ἀτεχνῶς ἐπὶ δεῖπνον ἥκοντες. εὖ παθεῖν πονουμένων ἑτέρων.
然而,其他人则认为,说话者有某种职责,而听众则毫无职责;他们要求前者在深思熟虑并做好准备后前来,而自己却对职责不加考量也毫无顾虑,便径直闯入并坐下,简直就像是为了在他人劳苦之时享受款待而前来赴宴一般。
καίτοι καὶ συνδείπνου τι χαρίεντος ἔργον ἐστί, πολὺ δὲ μᾶλλον ἀκροατοῦ.
然而,即使是一位讨人喜欢的同席客也有某种职责,而听众的职责更是远甚于此。
κοινωνὸς γάρ ἐστι, τοῦ λόγου καὶ συνεργὸς τοῦ λέγοντος, καὶ οὐ τὰ μὲν ἐκείνου πλημμελήματα πικρῶς ἐξετάζειν ὀφείλει κατὰ ῥῆμα καὶ πρᾶγμα προσάγων τὴν εὐθύνην, αὐτὸς δʼ ἀνευθύνως, ἀσχημονεῖν καὶ πολλὰ σολοικίζειν περὶ τὴν ἀκρόασιν, ἀλλʼ ὥσπερ ἐν τῷ σφαιρίζειν τῷ βάλλοντι δεῖ συγκινούμενον εὐρύθμως φέρεσθαι τὸν δεχόμενον, οὕτως ἐπὶ τῶν λόγων ἔστι τις εὐρυθμία καὶ περὶ τὸν λέγοντα καὶ περὶ τὸν ἀκροώμενον, ἂν ἑκάτερος τὸ προσῆκον αὑτῷ φυλάττῃ.
因为他是言论的共同参与者,也是说话者的协作者,他不能一方面对前者的差错严加审察,就一字一句、一事一物予以追责,而自己却在免于追责的情况下,在倾听时举止失仪、屡屡犯错;而是在球戏中,接球者必须与投球者协调一致、有节奏地移动,一样,在言论中,如果双方各自坚守其应尽的职责,那么无论对于说话者还是对于听众,都同样存在着一种和谐。
§15δεῖ δὲ μηδὲ ταῖς φωναῖς τῶν ἐπαίνων ὡς ἔτυχε χρῆσθαι.
而且,人们也不应当随意使用赞美的言词。
καὶ γὰρ Ἐπίκουρος ἐπὶ τοῖς τῶν φίλων ἐπιστολίοις κροτοθορύβους γίγνεσθαι παρʼ αὐτῶν λέγων ἀηδής ἐστιν.
因为正如伊壁鸠鲁所言,因朋友们的来信,他们中便爆发出雷鸣般的掌声与喧嚣,这实在令人反感。
οἱ δὲ τὰς ξένας φωνὰς τοῖς ἀκροατηρίοις νῦν ἐπεισάγοντες, οὗτοι καὶ
θείως
καὶ
θεοφορήτως
καὶ
ἀπροσίτως
ἐπιλέγοντες, ὡς οὐκέτι τοῦ
καλῶς
καὶ τοῦ
σοφῶς
καὶ τοῦ
ἀληθῶς
ἐξαρκοῦντος, οἷς οἱ περὶ Πλάτωνα καὶ Σωκράτη καὶ Ὑπερείδην ἐχρῶντο σημείοις τῶν ἐπαίνων, ὑπερασχημονοῦσι καὶ διαβάλλουσι τοὺς λέγοντας ὡς ὑπερηφάνων τινῶν καὶ περιττῶν δεομένους ἐπαίνων.
而如今将离奇的外来词引入讲堂的那些人,他们还加上‘神妙地’、‘神灵附体般地’以及‘高不可攀地’这样的词,仿佛‘好地’、‘聪明地’和‘真实地’这些词已不再足够——而这些词正是柏拉图、苏格拉底和许佩里德斯等人用作赞美标志的词——他们的举止极其失礼,并且诽谤说话者,仿佛他们需要某种傲慢而过分的赞美一般。
σφόδρα δʼ ἀηδεῖς εἰσι καὶ οἱ μεθʼ ὅρκου τοῖς λέγουσιν ὥσπερ ἐν δικαστηρίῳ τὰς μαρτυρίας ἀποδιδόντες.
此外,那些带着誓言、仿佛在法庭上向说话者提供证言的人,也同样极其令人反感。
οὐχ ἧττον δὲ τούτων οἱ περὶ τὰς ποιότητας ἀστοχοῦντες, ὅταν φιλοσόφῳ μὲν ἐπιφωνῶσι
δριμέως,
γέροντι δʼ
εὐφυῶς
ἢ
ἀνθηρῶς,
τὰς τῶν παιζόντων καὶ πανηγυριζόντων ἐν ταῖς σχολαστικαῖς μελέταις φωνὰς ἐπὶ τοὺς φιλοσόφους μετακομίζοντες καὶ λόγῳ σωφρονοῦντι προσφέροντες ἔπαινον ἑταιρικόν, ὥσπερ ἀθλητῇ κρίνων ἢ ῥόδων στέφανον, οὐ δάφνης οὐδὲ κοτίνου περιτιθέντες Εὐριπίδης μὲν οὖν ὁ, ποιητής, ὡς ὑπολέγοντος αὐτοῦ τοῖς χορευταῖς ᾠδήν τινα πεποιημένην ἐφʼ ἁρμονίας εἷς ἐγέλασεν,
εἰ μή τις ἦς ἀναίσθητος
εἶπε
καὶ ἀμαθής, οὐκ ἂν ἐγέλασας ἐμοῦ μιξολυδιστὶ ᾄδοντος.
与这些人同样恶劣的,是那些在赞美其品质时偏离目标的人,比如当他们对哲学者高呼‘犀利地! ’,对老人高呼‘有才华地! ’或‘华丽地! ’时,他们将学校演练中那些嬉闹和过节狂欢者的话语转嫁到哲学者身上,对克制的言论献上犹如交际花般的赞美,这就好比他们给运动员戴上百合花或玫瑰花的冠冕,而不是月桂树或野生橄榄树的冠冕。 因此,诗人欧里庇得斯,在为合唱队员们哼唱一首配合某种和声创作的歌曲时,有一个人笑了起来,他便说:‘要不是你感觉迟钝且毫无学识,你绝不会嘲笑我用混合吕底亚调式演唱。
ἀνὴρ δʼ ἂν οἶμαι φιλόσοφος καὶ πολιτικὸς ἀκροατοῦ διακεχυμένου τρυφὴν ἐκκόψειεν εἰπών
σύ μοι δοκεῖς ἀνόητος εἶναι καὶ ἀνάγωγος· οὐ γὰρ ἂν ἐμοῦ διδάσκοντος ἢ νουθετοῦντος ἢ διαλεγομένου περὶ θεῶν ἢ πολιτείας ἢ ἀρχῆς ἐτερέτιζες καὶ προσωρχοῦ τοῖς λόγοις.
’而我认为,一个具有哲学与政治素养的人,会遏制一个放任自流之听众的骄奢,说道:‘在我看来,你既愚蠢又没有教养;因为若非如此,在我讲授、告诫或讨论神明、政体或统治之时,你绝不会唧唧喳喳,并随着我的言语翩翩起舞。
ὅρα γὰρ ἀληθῶς οἷόν ἐστι. φιλοσόφου λέγοντος ἀπορεῖν τοὺς ἔξωθεν ὑπὸ τῶν ἔνδον βοώντων καὶ ἀλαλαζόντων πότερον αὐλοῦντος ἢ κιθαρίζοντος ἢ ὀρχουμένου τινὸς ὁ ἔπαινός ἐστι.
’因为请切实看看这成何体统:当一位哲学者正在演讲时,门外的人却因为门内之人的呼喊与欢呼而感到困惑,不知道这赞美究竟是给笛手、琴手,还是给某个舞者的。