§18πᾶσαν οὖν ἀπωσάμενοι τὴν τοσαύτην βλακείαν καὶ ἀλαζονείαν καὶ πρὸς τὸ μαθεῖν ἰόντες καὶ περὶ τὸ λαβεῖν τῇ διανοίᾳ τὸ χρησίμως λεγόμενον ὄντες, ὑπομένωμεν τοὺς τῶν εὐφυῶν δοκούντων γέλωτας, ὥσπερ ὁ Κλεάνθης καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦντες εἶναι τῶν συσχολαστῶν οὐκ ἀπεδίδρασκον ἐκ τοῦ μανθάνειν οὐδʼ ἀπέκαμνον, ἀλλὰ φθάνοντες εἰς ἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπεικάζοντες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶ βεβαίως τηροῦντες.
因此,我们应当屏弃所有如此巨大的愚笨与虚荣,走向学习,并专注于用理智把握有益的教诲,忍受那些自以为聪明之人的嘲笑,正如克安塞斯和克塞诺克拉底,他们虽然看起来比同窗迟钝,却既没有从学习中逃跑,也没有感到厌倦而放弃,反而先发制人地自我调侃,将自己比作窄口的器皿和青铜的书板,意为虽然艰难地接受言论,却能安全且牢固地保存它们。
οὐ γὰρ μόνον, ὥς φησι Φωκυλίδης,
"
πόλλʼ ἀπατηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν,
"
ἀλλὰ καὶ γελασθῆναι δεῖ πολλὰ καὶ ἀδοξῆσαι, καὶ σκώμματα καὶ βωμολοχίας ἀναδεξάμενον ὤσασθαι παντὶ τῷ θυμῷ καὶ καταθλῆσαι τὴν ἀμαθίαν.
因为不仅正如福希利德斯所说, “寻求成为善人者,必先多受欺骗,” 而且也必须多次被嘲笑、蒙受耻辱,并在承受了玩笑与粗俗之语后,以全部的斗志予以反击,克服无知。
οὐ μὴν οὐδὲ τῆς πρὸς τοὐναντίον ἁμαρτίας ἀμελητέον, ἣν ἁμαρτάνουσιν οἱ μὲν ὑπὸ νωθείας, ἀηδεῖς καὶ κοπώδεις ὄντες οὐ γὰρ ἐθέλουσι γενόμενοι καθʼ αὑτοὺς πράγματα ἔχειν, ἀλλὰ παρέχουσι τῷ λέγοντι, πολλάκις ἐκπυνθανόμενοι περὶ τῶν αὐτῶν, ὥσπερ ἀπτῆνες νεοσσοὶ κεχηνότες ἀεὶ πρὸς ἀλλότριον στόμα καὶ πᾶν ἕτοιμον ἤδη καὶ διαπεπονημένον ὑπʼ ἄλλων ἐκλαμβάνειν ἐθέλοντες.
然而,我们也绝不能忽视相反方向的错误,也就是一些人因懒惰而犯下的错误,他们令人不快且惹人厌烦;因为他们不愿在独处时自己动脑筋,而是给说话者增添麻烦,一再询问相同的问题,就像没长羽毛的幼鸟总是朝着别人的嘴张口,想要直接承接别人已经准备好、劳作好的现成之物。
ἕτεροι δὲ προσοχῆς καὶ δριμύτητος ἐν οὐ δέοντι θηρώμενοι δόξαν ἀποκναίουσι λαλιᾷ καὶ περιεργίᾳ τοὺς λέγοντας, ἀεί τι προσδιαποροῦντες τῶν οὐκ ἀναγκαίων καὶ ζητοῦντες ἀποδείξεις τῶν οὐ δεομένων
"
οὕτως ὁδὸς βραχεῖα γίγνεται μακρά,
"
ὥς φησι Σοφοκλῆς, οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις.
而另一些人则在不需要的地方猎取专注与敏锐的名声,用喋喋不休和多管闲事折磨说话者,总是对不必要的事物提出多余的疑问,并对不需要证明的事物寻求证明: “如此,短途亦变长途,” 正如索福克勒斯所说,这不仅是对他们自己,对其他人也是如此。
ἀντιλαμβανόμενοι γὰρ ἑκάστοτε κεναῖς καὶ περιτταῖς ἐρωτήσεσι τοῦ διδάσκοντος, ὥσπερ ἐν συνοδίᾳ, τὸ ἐνδελεχὲς ἐμποδίζουσι τῆς μαθήσεως, ἐπιστάσεις καὶ διατριβὰς λαμβανούσης.
因为他们每次都用空洞而多余的提问打断老师,就像旅途中的同伴一样,阻碍了学习的连续进行,使学习受到停顿和耽搁。
οὗτοι μὲν οὖν κατὰ τὸν Ἱερώνυμον ὥσπερ οἱ δειλοὶ καὶ γλίσχροι σκύλακες τὰ δέρματα δάκνοντες οἴκοι καὶ 15 τὰ τίλματα τίλλοντες τῶν θηρίων αὐτῶν οὐχ ἅπτονται τοὺς δʼ ἀργοὺς ἐκείνους παρακαλῶμεν, ὅταν τὰ κεφάλαια τῇ νοήσει περιλάβωσιν, αὐτοὺς διʼ αὑτῶν τὰ λοιπὰ συντιθέναι, καὶ τῇ μνήμῃ χειραγωγεῖν τὴν εὕρεσιν, καὶ τὸν ἀλλότριον λόγον οἷον ἀρχὴν καὶ σπέρμα λαβόντας ἐκτρέφειν καὶ αὔξειν.
因此,这些人就像希罗尼穆斯所说的那样,如同那些懦弱而贪婪的猎犬,在家里撕咬皮毛、 15 拔扯碎毛,却绝不碰野兽本身。 而对于那些懒惰的人,我们则劝勉他们,在用理解力把握了要点之后,自己去拼凑其余的部分,并用记忆来引导发现,将他人的言论当作起点和种子予以接受,并加以培育和壮大。
οὐ γὰρ ὡς ἀγγεῖον ὁ νοῦς ἀποπληρώσεως ἀλλʼ ὑπεκκαύματος μόνον ὥσπερ ὕλη δεῖται, ὁρμὴν ἐμποιοῦντος εὑρετικὴν καὶ ὄρεξιν ἐπὶ τὴν ἀλήθειαν.
因为灵魂并不像一个需要被填满的器皿,而是像木柴一样,仅需要点火的燃料,从而激发起主动探求的冲动和对真理的渴望。
ὥσπερ οὖν εἴ τις ἐκ γειτόνων πυρὸς δεόμενος, εἶτα πολὺ καὶ λαμπρὸν εὑρὼν αὐτοῦ καταμένοι διὰ τέλους θαλπόμενος, οὕτως εἴ τις ἥκων λόγου μεταλαβεῖν πρὸς ἄλλον οὐχ οἴεται δεῖν φῶς οἰκεῖον ἐξάπτειν καὶ νοῦν ἴδιον, ἀλλὰ χαίρων τῇ ἀκροάσει κάθηται θελγόμενος, οἷον ἔρευθος ἕλκει καὶ γάνωμα τὴν δόξαν ἀπὸ τῶν λόγων, τὸν δʼ ἐντὸς εὐρῶτα τῆς ψυχῆς καὶ ζόφον οὐκ ἐκτεθέρμαγκεν οὐδʼ ἐξέωκε διὰ φιλοσοφίας.
因此,正如一个人去邻居家借火,看到那里有大而明亮的火光,便留在那里一直取暖一样;如果有人来到别人那里分享言论,却认为不需要点燃自己特有的光芒和个人的理智,而是仅仅满足于倾听、沉浸其中,仿佛只从言语中汲取了一层红晕和外在的光彩,却未曾通过哲学温暖并驱散灵魂内在的霉气与黑暗。
εἰ δεῖ τινος οὖν πρὸς ἀκρόασιν ἑτέρου παραγγέλματος, δεῖ καὶ τοῦ νῦν εἰρημένου μνημονεύοντας ἀσκεῖν ἅμα τῇ μαθήσει τὴν εὕρεσιν, ἵνα μὴ σοφιστικὴν ἕξιν μηδʼ ἱστορικὴν ἀλλʼ ἐνδιάθετον καὶ φιλόσοφον λαμβάνωμεν, ἀρχὴν τοῦ καλῶς βιῶναι τὸ καλῶς ἀκοῦσαι νομίζοντες.
因此,如果听他人讲授还需要别的诫命,我们就必须在记住如今所说之话的同时,在学习的同时操练发现,使我们获得的不是诡辩的或历史记录式的习惯,而是内化的、哲学的习惯,认为善听是善生的开端。