§16καὶ μὴν τῶν γε νουθεσιῶν καὶ τῶν ἐπιπλήξεων οὔτʼ ἀναλγήτως οὔτʼ ἀνάνδρως ἀκουστέον.
さらにまた、忠告や非難に対しても、無感覚であってはならず、また卑屈であってもならない。
οἱ γὰρ εὐκόλως καὶ ὀλιγώρως τὸ κακῶς ἀκούειν ὑπὸ τῶν φιλοσόφων φέροντες, ὥστε γελᾶν ἐλεγχόμενοι καὶ τοὺς ἐλέγχοντας ἐπαινεῖν, ὥσπερ οἱ παράσιτοι τοὺς τρέφοντας, ὅταν ὑπʼ αὐτῶν λοιδορῶνται, παντάπασιν ἰταμοὶ καὶ θρασεῖς ὄντες, οὐ καλὴν οὐδʼ ἀληθῆ διδόασιν ἀπόδειξιν ἀνδρείας τὴν ἀναισχυντίαν.
なぜなら、哲学者たちから非難されることを呑気に軽々しく受け流し、暴かれても笑い、暴く者たちを称賛するような人々は(寄生者が養い主から罵られるときにそうするように)、完全に厚かましく不遜であって、彼らの恥知らずさを、勇気の美しくも真実の証明として提示しているのではないからである。
σκῶμμα μὲν γὰρ ἀνύβριστον ἐν παιδιᾷ τινι μετʼ εὐτραπελίας ἀφειμένον ἐνεγκεῖν ἀλύπως καὶ ἱλαρῶς οὐκ ἀγεννὲς οὐδʼ ἀπαίδευτον ἀλλʼ ἐλευθέριον πάνυ καὶ Λακωνικόν ἐστιν·
というのも、ある種の戯れにおいて悪意なく機知を込めて放たれた、無礼のないからかいを、苦痛なく朗らかに耐えることは、卑賎でも無教養でもなく、極めて自由人にふさわしくスパルタ的である。
ἐπαφῆς δὲ καὶ νουθεσίας πρὸς ἐπανόρθωσιν ἤθους ὥσπερ φαρμάκῳ δάκνοντι λόγῳ χρωμένης ἐλέγχοντι μὴ συνεσταλμένον ἀκούειν μηδʼ ἱδρῶτος καὶ ἰλίγγου μεστόν, αἰσχύνῃ φλεγόμενον τὴν ψυχήν, ἀλλʼ ἄτρεπτον καὶ σεσηρότα καὶ κατειρωνευόμενον, ἀνελευθέρου τινὸς δεινῶς καὶ ἀπαθοῦς πρὸς τὸ αἰδεῖσθαι νέου διὰ συνήθειαν ἁμαρτημάτων καὶ συνέχειαν, ὥσπερ ἐν σκληρᾷ σαρκὶ καὶ τυλώδει τῇ ψυχῇ μώλωπα μὴ λαμβάνοντος.
しかし、人格の矯正を目指して、ちくちくと刺す薬のような、反駁する言葉を用いる指摘や忠告に対して、身を縮めることもなく、また冷や汗を流したり目眩を起こしたりして魂を恥の炎で燃え上がらせることもなく、むしろ顔色も変えず、にやにや笑い、皮肉を言うことは、過ちへの慣れと継続のゆえに、恥じることに対してひどく卑屈で無感覚になった若者の特徴であり、それはまるで固くたこのできた肉体のようであって、魂に傷跡を残さないのである。
τούτων δὲ τοιούτων ὄντων οἱ τὴν ἐναντίαν διάθεσιν ἔχοντες νέοι κἂν ἅπαξ ποτὲ ἀκούσωσι κακῶς, φεύγοντες ἀνεπιστρεπτὶ καὶ δραπετεύοντες ἐκ φιλοσοφίας, καλὴν ἀρχὴν πρὸς τὸ σωθῆναι τὸ αἰδεῖσθαι παρὰ τῆς φύσεως ἔχοντες, ἀπολλύουσι διὰ τρυφὴν καὶ μαλακίαν, οὐκ ἐγκαρτεροῦντες τοῖς ἐλέγχοις οὐδὲ τὰς ἐπανορθώσεις δεχόμενοι γεννικῶς, ἀλλʼ ἐπὶ τὰς προσηνεῖς καὶ ἁπαλὰς ἀποστρέφοντες ὁμιλίας τὰ ὦτα, κολάκων τινῶν ἢ σοφιστῶν ἀνωφελεῖς καὶ ἀνονήτους ἡδείας δὲ φωνὰς κατᾳδόντων.
これらがこのような状況である一方で、これとは反対の傾向を持つ若者たちは、一度でも悪く言われると、振り返ることもなく逃げ出し、哲学から脱走してしまう。 彼らは自然から、救われるための美しい出発点として『恥じらい』を与えられているのに、贅沢と弱さのためにそれを台無しにしてしまい、反駁を耐え忍ぶことも、矯正を気広く受け入れることもしない。 かえって、耳を心地よく穏やかな交わりへと背けてしまい、媚びへつらう者やソフィストたちが歌いかける、無益で何の役にも立たないが甘美な声に聴き入るのである。
ὥσπερ οὖν ὁ μετὰ τὴν τομὴν φεύγων τὸν ἰατρὸν καὶ τὸν ἐπίδεσμον μὴ προσιέμενος τὸ μὲν ἀλγεινὸν ἀνεδέξατο, τὸ δʼ ὠφέλιμον οὐχ ὑπέμεινε τῆς θεραπείας, οὕτως ὁ τῷ χαράξαντι καὶ τρώσαντι λόγῳ τὴν ἀβελτερίαν ἀπουλῶσαι καὶ καταστῆσαι μὴ παρασχὼν ἀπῆλθε δηχθεὶς καὶ ἀλγήσας ἐκ φιλοσοφίας, ὠφεληθεὶς δὲ μηδέν.
それゆえ、手術のあとに医師から逃げ出し、包帯を当てることを拒む者が、痛みは引き受けたものの、治療の有益な部分を耐え抜かなかったのと同様に、自分を切り裂き傷つけた言葉に対して、その愚かさを癒やし回復させる機会を与えなかった者は、刺されて痛みを感じながらも哲学から去ってしまい、何の恩恵も得られないのである。
οὐ γὰρ μόνον, ὡς Εὐριπίδης φησί, τὸ Τηλέφου τραῦμα
"
πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν
"
ἀλλὰ καὶ τὸν ἐκ φιλοσοφίας ἐμφυόμενον εὐφυέσι νέοις δηγμὸν αὐτὸς ὁ τρώσας λόγος ἰᾶται.
なぜなら、エウリピデスが言うように、テレポスの傷が「削り落とされた槍の削り屑によって和らげられる」だけでなく、哲学から素質のある若者たちに生じる痛手を、傷つけた言葉そのものが治療するからである。
διὸ δεῖ πάσχειν μέν τι καὶ δάκνεσθαι, μὴ συντρίβεσθαι δὲ μηδʼ ἀθυμεῖν τὸν ἐλεγχόμενον, ἀλλʼ ὥσπερ ἐν τελετῇ κατηργμένης αὐτοῦ φιλοσοφίας τοὺς πρώτους καθαρμοὺς καὶ θορύβους ἀνασχόμενον ἐλπίζειν τι γλυκὺ καὶ λαμπρὸν ἐκ τῆς παρούσης ἀδημονίας καὶ ταραχῆς.
したがって、反駁される者は多少の苦痛を感じ、胸を刺されるべきではあるが、打ちのめされたり気落ちしたりしてはならない。 むしろ、儀式においてそうであるように、哲学が始まりを迎えたと考えて、最初の清めと騒乱を耐え忍び、現在の苦悶と動揺から、何か甘美で輝かしいものが生まれることを期待すべきである。
καὶ γὰρ ἂν ἀδίκως ἡ ἐπιτίμησις γίγνεσθαι δοκῇ, καλὸν ἀνασχέσθαι καὶ διακαρτερῆσαι λέγοντος·
たとえ非難が不当になされているように思われるとしても、語り手が話している間は耐え忍び、最後まで持ちこたえるのが良い。
παυσαμένῳ δʼ αὐτὸν ἐντυχεῖν ἀπολογούμενον καὶ δεόμενον τὴν παρρησίαν ἐκείνην καὶ τὸν τόνον, ᾧ νῦν κέχρηται πρὸς αὐτόν, εἴς τι τῶν ἀληθῶς ἁμαρτανομένων φυλάττειν.
そして彼が話し終えたときに、弁明をしつつ彼に近づき、今自分に対して用いたその率直な言葉と調子を、本当に犯してしまった誤りのために取っておくよう懇願するのが良い。
§17ἔτι τοίνυν ὥσπερ ἐν γράμμασι καὶ περὶ λύραν καὶ παλαίστραν αἱ πρῶται μαθήσεις πολὺν ἔχουσι θόρυβον καὶ πόνον καὶ ἀσάφειαν, εἶτα προιόντι κατὰ μικρὸν ὥσπερ πρὸς ἀνθρώπους συνήθεια πολλὴ καὶ γνῶσις ἐγγενομένη πάντα φίλα καὶ χειροήθη καὶ ῥᾴδια λέγειν τε καὶ πράττειν παρέσχεν, οὕτω δὴ καὶ φιλοσοφίας ἐχούσης τι καὶ γλίσχρον ἀμέλει καὶ ἀσύνηθες ἐν τοῖς πρώτοις ὀνόμασι καὶ πράγμασιν οὐ δεῖ φοβηθέντα τὰς ἀρχὰς ψοφοδεῶς καὶ ἀτόλμως ἐγκαταλιπεῖν, ἀλλὰ πειρώμενον ἑκάστου καὶ προσλιπαροῦντα καὶ γλιχόμενον τοῦ πρόσω τὴν πᾶν τὸ καλὸν ἡδὺ ποιοῦσαν ἀναμένειν συνήθειαν.
さらにその上、読み書きにおいても、竪琴やパライストラにおいても、最初の学習は多くの騒乱と労苦と不透明さを伴うが、その後、進むにつれて少しずつ、まるで人間に対するかのように、深い親しみと理解が生じ、すべてのことが親しく、扱いやすく、語ることも行うことも容易になるのと同様に、そのように、哲学の最初の言葉や事柄において、確かにある種の厄介さや不慣れさがあるとしても、その始まりを恐れて臆病にまた意気地なく諦めてはならず、むしろ各々の事柄を試み、粘り強く努力し、先へと進むことを熱望しながら、すべての美しいものを甘美なものへと変えてくれる親しみを待つべきなのである。
ἥξει γὰρ οὐ διὰ μακροῦ πολὺ φῶς ἐπιφέρουσα τῇ μαθήσει καὶ δεινοὺς ἔρωτας ἐνδιδοῦσα πρὸς τὴν ἀρετήν, ὧν ἄνευ πάνυ τλήμονος ἀνδρός ἐστιν ἢ δειλοῦ τὸν ἄλλον ὑπομένειν βίον, ἐκπεσόντα διʼ ἀνανδρίαν φιλοσοφίας.
なぜなら、それは間もなくやって来て、学習に大いなる光をもたらし、徳に対する激しい情熱を吹き込んでくれるからである。 それなしには、哲学から意気地なさのゆえに脱落して、残りの人生を耐え忍ぶことは、極めて惨めな、あるいは臆病な男のすることなのだ。
ἴσως μὲν οὖν ἔχει τι καὶ τὰ πράγματα τοῖς ἀπείροις καὶ νέοις ἐν ἀρχῇ δυσκατανόητον·
確かに、事柄それ自体も、未経験な者たちや若者たちにとって、最初は理解しがたい面を持っているかもしれない。
οὐ μὴν ἀλλὰ τῇ γε πλείστῃ περιπίπτουσιν ἀσαφείᾳ καὶ ἀγνοίᾳ διʼ αὑτούς, ἀπʼ ἐναντίων φύσεων ταὐτὸν ἁμαρτάνοντες.
とはいえ、彼らが最も多くの不透明さや無知に陥るのは自分自身のせいであり、正反対の気質から同じ過ちを犯しているのである。
οἱ μὲν γὰρ αἰσχύνῃ τινὶ καὶ φειδοῖ τοῦ λέγοντος ὀκνοῦντες ἀνερέσθαι καὶ βεβαιώσασθαι τὸν λόγον, ὡς ἔχοντες ἐν νῷ συνεπινεύουσιν, οἱ δʼ ὑπὸ φιλοτιμίας ἀώρου καὶ κενῆς πρὸς ἑτέρους ἁμίλλης ὀξύτητα καὶ δύναμιν εὐμαθείας ἐπιδεικνύμενοι, πρὶν ἢ λαβεῖν ἔχειν ὁμολογοῦντες, οὐ λαμβάνουσιν.
ある者たちは、何らかの恥じらいや、語り手への遠慮から、質問してその言葉を確かめることを躊躇し、理解したかのように頷く。 一方で他の者たちは、早すぎる虚栄心と、他者との不毛な競争心から、自らの明敏さと理解の能力をひけらかそうとして、理解する前に『わかった』と同意し、結局は理解しないままである。
εἶτα συμβαίνει τοῖς μὲν αἰδήμοσι καὶ σιωπηλοῖς ἐκείνοις, ὅταν ἀπέλθωσι, λυπεῖν αὑτοὺς καὶ ἀπορεῖσθαι, καὶ τέλος αὖθις ὑπʼ ἀνάγκης ἐλαυνομένους σὺν αἰσχύνῃ μείζονι τοῖς εἰποῦσιν ἐνοχλεῖν ἀναπυνθανομένους καὶ μεταθέοντας, τοῖς δὲ φιλοτίμοις καὶ θρασέσιν ἀεὶ περιστέλλειν καὶ ἀποκρύπτειν συνοικοῦσαν τὴν ἀμαθίαν.
その結果、あの一見慎み深く沈黙している者たちは、去った後で、自分で自分を悩ませ途方に暮れることになり、最後には再び必要に迫られて、より大きな恥ずかしさを伴いながら、語った者たちにしがみついて再び尋ね、追いかけることになる。 一方で、名誉欲が強く不遜な者たちは、自分と同居している無知を、常に包み隠し覆い隠すことになるのである。