Humanitext Reader

普鲁塔克 · 论倾听 §13#1

赞扬言论时避免过与不及的中庸之道

第 7 段,共 11 段 · 希腊语

内容简介

作者探讨了对待言论的赞扬方式,否定了冷漠拒绝赞扬(匮乏)和毫无批判地大喊大叫(过剩)两种极端,强调了怀着善意倾听并寻找其中有益之处的重要性。

§13#1δεῖται δὲ καὶ τὸ περὶ τοὺς ἐπαίνους καθῆκον εὐλαβείας τινὸς καὶ μετριότητος διὰ τὸ μήτε τὴν ἔλλειψιν αὐτοῦ μήτε τὴν ὑπερβολὴν ἐλευθέριον εἶναι.
关于赞扬的合宜态度也需要某种审慎和中庸,因为无论是其匮乏还是过剩,都不是一个自由人所应有的。
βαρὺς μὲν γὰρ ἀκροατὴς καὶ φορτικὸς ὁ πρὸς πᾶν ἄτεγκτος καὶ ἀτενὴς τὸ λεγόμενον, οἰήματος ὑπούλου καὶ περιαυτολογίας ἐνδιαθέτου μεστός, ὡς ἔχων τι τῶν λεγομένων βέλτιον εἰπεῖν, μήτʼ ὀφρῦν κατὰ σχῆμα κινῶν μήτε φωνὴν εὐγνώμονος μάρτυρα φιληκοΐας προϊέμενος, ἀλλὰ σιγῇ καὶ βαρύτητι καταπλάστῳ καὶ σχηματισμῷ θηρώμενος δόξαν εὐσταθοῦς καὶ βάθος ἔχοντος ἀνδρός, ὥσπερ χρημάτων τῶν ἐπαίνων ὅσον ἄλλῳ μεταδίδωσιν αὑτοῦ δοκῶν ἀφαιρεῖσθαι.
因为一个听众,如果对说话者所说的每一句话都冷漠而凝视,心中充满隐秘的自负和内心的自我赞美,仿佛自己能说出比所说的更好的话,既不合宜地动一动眉毛,也不发出声音作为感激倾听的见证,反而通过沉默、做作的庄重和摆架子来猎取稳重和深沉之人的名声,仿佛以为自己分给别人的赞美有多少,自己就会被剥夺多少财产一般——这样的听众是令人不快且烦人的。
πολλοὶ γάρ εἰσιν οἱ κακῶς καὶ παρὰ μέλος τὴν Πυθαγόρου φωνὴν ὑπολαμβάνοντες.
因为有许多人错误且不协调地理解了毕达哥拉斯的名言。
ἐκεῖνος μὲν γὰρ ἐκ φιλοσοφίας ἔφησεν αὑτῷ περιγεγονέναι τὸ μηδὲν θαυμάζειν· οὗτοι δὲ τὸ μηδὲν ἐπαινεῖν μηδὲ τιμᾶν, ἐν τῷ καταφρονεῖν τιθέμενοι τὸ σεμνὸν καὶ ὑπεροψίᾳ διώκοντες.
毕达哥拉斯曾说,哲学带给他的结果是“对任何事物都不感到惊异”;而这些人却将其理解为“不赞扬也不尊重任何事物”,将庄严寄托于蔑视之中,并追求傲慢。
ὁ γὰρ φιλόσοφος λόγος τὸ μὲν ἐξ ἀπειρίας καὶ ἀγνοίας θαῦμα καὶ θάμβος ἐξαιρεῖ γνώσει καὶ ἱστορίᾳ τῆς περὶ ἕκαστον αἰτίας, τὸ δʼ εὔκολον καὶ μέτριον καὶ φιλάνθρωπον οὐκ ἀπόλλυσι.
因为哲学言论通过对每件事物原因的知识和探索,消除了因缺乏经验和无知而产生的惊异和惊愕,但并没有消灭温和、中庸和仁爱的性情。
τοῖς γὰρ ἀληθινῶς καὶ βεβαίως ἀγαθοῖς τιμή τε καλλίστη τὸ τιμῆσαί τινα τῶν ἀξίων, καὶ κόσμος εὐπρεπέστατος τὸ ἐπικοσμῆσαι, περιουσίᾳ δόξης καὶ ἀφθονίᾳ γιγνόμενον.
因为对于那些真正且坚定优秀的人来说,尊重值得尊重的人是最优美的荣誉,而予以进一步的赞美则是最得体的装饰,这源于名望的丰裕和慷慨。
οἱ δὲ γλίσχροι περὶ τοὺς ἑτέρων ἐπαίνους ἔτι πένεσθαι καὶ πεινῆν ἐοίκασι τῶν ἰδίων.
而那些对别人的赞扬斤斤计较的人,似乎还在为自己的名望感到贫穷和饥饿。
ὁ δʼ ἐναντίος αὖ πάλιν τούτων, μηδὲν ἐπικρίνων ἀλλὰ κατὰ ῥῆμα καὶ συλλαβὴν ἐφιστάμενος καὶ κεκραγώς, ἐλαφρός τις ὢν καὶ ὀρνεώδης, πολλάκις μὲν οὐδʼ αὐτοῖς ἀρέσκει τοῖς ἀγωνιζομένοις, ἀεὶ δὲ λυπεῖ τοὺς ἀκροωμένους, ἀνασοβῶν καὶ συνεξανιστὰς παρὰ γνώμην, οἷον ἑλκομένους βίᾳ διʼ αἰδῶ καὶ συνεπηχοῦντας.
相反,与这些人对立的人,不作任何评判,而是在每一个字词和音节上都站起来大喊大叫,显得轻浮如鸟雀,往往连竞技者本人也不喜欢,且总是让其他听众感到痛苦,违背他们的意愿阻碍并让他们一同起立,仿佛因为羞耻而被强行拖拽着一起喝彩。
οὐδὲν δʼ ὠφεληθεὶς διὰ τὸ ταραχώδη καὶ πολυπτόητον αὐτῷ περὶ τοὺς ἐπαίνους γεγονέναι τὴν ἀκρόασιν ἀπέρχεται τῶν τριῶν ἓν φερόμενος εἴρων γὰρ ἢ κόλαξ ἢ περὶ λόγους ἀπειρόκαλος ἔδοξεν εἶναι.
由于在赞扬方面他的倾听变得混乱和惊惶,他一无所获地离去,带走了三者之一:因为他被认为要么是伪善者,要么是谄媚者,要么是对言论毫无品味的人。
δίκην μὲν οὖν δικάζοντα δεῖ μήτε πρὸς ἔχθραν τινὰ μήτε πρὸς χάριν ἀκούειν ἀλλʼ ἀπὸ γνώμης πρὸς τὸ δίκαιον· ἐν δὲ ταῖς φιλολόγοις ἀκροάσεσιν οὔτε νόμος οὐδεὶς οὔτε ὅρκος ἡμᾶς ἀπείργει μὴ μετʼ εὐνοίας ἀποδέχεσθαι τὸν διαλεγόμενον.
因此,审判案件的人既不能带着任何敌意,也不能带着任何偏爱去倾听,而应当根据自己的判断走向公正;但在学术性的倾听中,没有任何法律和誓言阻止我们带着善意去接纳说话者。
ἀλλὰ καὶ τὸν Ἑρμῆν ταῖς Χάρισιν οἱ παλαιοὶ συγκαθίδρυσαν, ὡς μάλιστα τοῦ λόγου τὸ κεχαρισμένον καὶ προσφιλὲς ἀπαιτοῦντος.
相反,古人还将赫尔墨斯与美惠三女神供奉在一起,因为言论尤其需要悦人与友好的态度。
οὐδὲ γὰρ οἷόν τε παντελῶς οὕτως ἐκβόλιμον εἶναι τὸν λέγοντα καὶ διημαρτημένον, ὥστε μήτε νοῦν τινα παρασχεῖν ἄξιον ἐπαίνου μήτʼ ἀπομνημόνευσιν ἑτέρων μήτʼ αὐτὴν τὴν ὑπόθεσιν τοῦ λόγου καὶ προαίρεσιν, ἀλλὰ μηδὲ λέξιν ἢ διάθεσιν τῶν λεγομένων,
因为说话者绝不可能完全如此不可救药和满纸荒谬,以至于既不提供任何值得赞扬的思想,也不提供对他人的引用,连言论的主题和意图本身,甚至连所说之词的措辞和结构都一无是处。

词汇与语法注释

  1. 44bβαρὺς μὲν γὰρ ἀκροατὴς καὶ φορτικὸς ὁ πρὸς πᾶν — 句子的主语是后文带有定冠词的分词短语 `ὁ πρὸς πᾶν ... θηρώμενος ...`(猎取……的人)等,而置于句首的 `βαρὺς ... καὶ φορτικός` 作为表语形容词,与省略的系动词 `ἐστί` 一起构成倒装结构。
  2. 44bτὴν Πυθαγόρου φωνὴν — 指毕达哥拉斯学派著名的教条“对一切不感到惊异”(nil admirari)。普鲁塔克在此批评了那些将其误解为“不赞扬任何事物”从而傲慢行事的人,指出他们未能理解这是通过探索原因而获得的哲学平静。
  3. 44dτων τριῶν ἓν φερόμενος — 分词 `φερόμενος`(带走、背负)表示听众离去时将背负后文 `γάρ` 从句中所列举的三种不良评价之一:`εἴρων`(装糊涂者/伪善者)、`κόλαξ`(谄媚者)或 `ἀπειρόκαλος`(粗俗无品味者)。
  4. 44eμὴ μετʼ εὐνοίας ἀποδέχεσθαι — 否定词 `μὴ` 在表示阻碍或防止的动词(此处为带有双重否定 `οὔτε ... οὔτε ... ἀπείργει` 的结构)后,并非否定不定式本身,而是作为古典希腊语中的“赘余否定”(redundant negative)出现。整句表达肯定含义,即“没有什么能阻止我们怀着善意接纳”。
  5. 44eὥστε μήτε νοῦν τινα παρασχεῖν — 这是由结果连词 `ὥστε` 引导的结果从句,与前方的副词 `οὕτως` 相呼应,伴随带 `μήτε` 的不定式,表示“以至于不能提供任何思想……”。

引用这一段

普鲁塔克, 论倾听 §13#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg069.humanitext-grc2:13%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。