§13#1δεῖται δὲ καὶ τὸ περὶ τοὺς ἐπαίνους καθῆκον εὐλαβείας τινὸς καὶ μετριότητος διὰ τὸ μήτε τὴν ἔλλειψιν αὐτοῦ μήτε τὴν ὑπερβολὴν ἐλευθέριον εἶναι.
称賛に関する義務的な態度も、ある程度の慎みと中庸を必要とする。 なぜなら、称賛の不足も過剰も、自由人にふさわしいものではないからである。
βαρὺς μὲν γὰρ ἀκροατὴς καὶ φορτικὸς ὁ πρὸς πᾶν ἄτεγκτος καὶ ἀτενὴς τὸ λεγόμενον, οἰήματος ὑπούλου καὶ περιαυτολογίας ἐνδιαθέτου μεστός, ὡς ἔχων τι τῶν λεγομένων βέλτιον εἰπεῖν, μήτʼ ὀφρῦν κατὰ σχῆμα κινῶν μήτε φωνὴν εὐγνώμονος μάρτυρα φιληκοΐας προϊέμενος, ἀλλὰ σιγῇ καὶ βαρύτητι καταπλάστῳ καὶ σχηματισμῷ θηρώμενος δόξαν εὐσταθοῦς καὶ βάθος ἔχοντος ἀνδρός, ὥσπερ χρημάτων τῶν ἐπαίνων ὅσον ἄλλῳ μεταδίδωσιν αὑτοῦ δοκῶν ἀφαιρεῖσθαι.
語られるすべてのことに対して冷淡で、視線を凝らし、内面の自負とうぬぼれに満ち、語られていることよりも何か良いことを言えるかのように振る舞い、ふさわしく眉を動かすこともなく、熱心に聴いていることの感謝の証しとなる声を出すこともなく、むしろ沈黙と、偽りの重々しさと、気取った態度によって、揺るぎなく深みのある人間の評判を追い求め、まるで称賛という財産を他人に分け与える分だけ、自分が差し引かれるかのように思っているような聞き手は、不快で煩わしいからである。
πολλοὶ γάρ εἰσιν οἱ κακῶς καὶ παρὰ μέλος τὴν Πυθαγόρου φωνὴν ὑπολαμβάνοντες.
というのも、ピタゴラスの言葉を誤って、調子外れに受け取っている人々が多いからである。
ἐκεῖνος μὲν γὰρ ἐκ φιλοσοφίας ἔφησεν αὑτῷ περιγεγονέναι τὸ μηδὲν θαυμάζειν· οὗτοι δὲ τὸ μηδὲν ἐπαινεῖν μηδὲ τιμᾶν, ἐν τῷ καταφρονεῖν τιθέμενοι τὸ σεμνὸν καὶ ὑπεροψίᾳ διώκοντες.
ピタゴラスは哲学から自分に生じたのは「何ものをも驚嘆しないこと」だと言ったが、これらの人々は、それを「何ものをも称賛せず、尊重もしないこと」だを受け取り、見下すことに厳かさを見出し、傲慢さを追い求めているのである。
ὁ γὰρ φιλόσοφος λόγος τὸ μὲν ἐξ ἀπειρίας καὶ ἀγνοίας θαῦμα καὶ θάμβος ἐξαιρεῖ γνώσει καὶ ἱστορίᾳ τῆς περὶ ἕκαστον αἰτίας, τὸ δʼ εὔκολον καὶ μέτριον καὶ φιλάνθρωπον οὐκ ἀπόλλυσι.
なぜなら、哲学の言論は、経験不足と無知から生じる驚嘆と驚愕を、個々の原因についての知識と探究によって取り除くが、寛大で穏やかで人間味のある態度を失わせることはないからである。
τοῖς γὰρ ἀληθινῶς καὶ βεβαίως ἀγαθοῖς τιμή τε καλλίστη τὸ τιμῆσαί τινα τῶν ἀξίων, καὶ κόσμος εὐπρεπέστατος τὸ ἐπικοσμῆσαι, περιουσίᾳ δόξης καὶ ἀφθονίᾳ γιγνόμενον.
真に、そして揺るぎなく優れた人々にとって、値する誰かを尊重することは最も美しい名誉であり、さらに飾り立てることは、評判の豊かさと惜しみなさから生じる最もふさわしい装飾だからである。
οἱ δὲ γλίσχροι περὶ τοὺς ἑτέρων ἐπαίνους ἔτι πένεσθαι καὶ πεινῆν ἐοίκασι τῶν ἰδίων.
他人の称賛を出し惜しむ人々は、自分自身の評判がまだ貧しく、飢えているように見える。
ὁ δʼ ἐναντίος αὖ πάλιν τούτων, μηδὲν ἐπικρίνων ἀλλὰ κατὰ ῥῆμα καὶ συλλαβὴν ἐφιστάμενος καὶ κεκραγώς, ἐλαφρός τις ὢν καὶ ὀρνεώδης, πολλάκις μὲν οὐδʼ αὐτοῖς ἀρέσκει τοῖς ἀγωνιζομένοις, ἀεὶ δὲ λυπεῖ τοὺς ἀκροωμένους, ἀνασοβῶν καὶ συνεξανιστὰς παρὰ γνώμην, οἷον ἑλκομένους βίᾳ διʼ αἰδῶ καὶ συνεπηχοῦντας.
これとは逆に、何一つ批判的に判断せず、一語一音節ごとに立ち上がり、叫び立てる者は、軽薄で鳥のようであり、しばしば競い手自身をも喜ばせず、常に他の聞き手たちを不快にする。 彼らを意思に反して煽り立て、一緒に立ち上がらせ、いわば恥じらいから無理やり引きずり出されて、声を合わせて和唱せざるを得ないようにするからである。
οὐδὲν δʼ ὠφεληθεὶς διὰ τὸ ταραχώδη καὶ πολυπτόητον αὐτῷ περὶ τοὺς ἐπαίνους γεγονέναι τὴν ἀκρόασιν ἀπέρχεται τῶν τριῶν ἓν φερόμενος εἴρων γὰρ ἢ κόλαξ ἢ περὶ λόγους ἀπειρόκαλος ἔδοξεν εἶναι.
称賛をめぐって、自らの聞き方が混乱し、せわしないものになってしまったために、何一つ益を得ることもなく、彼は立ち去り、三つのうちの一つを背負うことになる。 すなわち、皮肉屋か、へつらう者か、言論に関して無風流な者であると思われるからである。
δίκην μὲν οὖν δικάζοντα δεῖ μήτε πρὸς ἔχθραν τινὰ μήτε πρὸς χάριν ἀκούειν ἀλλʼ ἀπὸ γνώμης πρὸς τὸ δίκαιον·
それゆえ、裁判官として裁判を行う者は、敵意によっても、好意によっても聞き入べきではなく、自らの判断に基づいて正義に従って(聞き入るべき)である。
ἐν δὲ ταῖς φιλολόγοις ἀκροάσεσιν οὔτε νόμος οὐδεὶς οὔτε ὅρκος ἡμᾶς ἀπείργει μὴ μετʼ εὐνοίας ἀποδέχεσθαι τὸν διαλεγόμενον.
しかし、学術的な聴講においては、いかなる法律も誓いも、我々が対話者を好意を持って受け入れることを妨げはしない。
ἀλλὰ καὶ τὸν Ἑρμῆν ταῖς Χάρισιν οἱ παλαιοὶ συγκαθίδρυσαν, ὡς μάλιστα τοῦ λόγου τὸ κεχαρισμένον καὶ προσφιλὲς ἀπαιτοῦντος.
それどころか、古代の人々はヘルメスを美の女神たち(カリテス)とともに祀ったが、これは言論が何よりも魅力と親しみやすさを要求するからである。
οὐδὲ γὰρ οἷόν τε παντελῶς οὕτως ἐκβόλιμον εἶναι τὸν λέγοντα καὶ διημαρτημένον, ὥστε μήτε νοῦν τινα παρασχεῖν ἄξιον ἐπαίνου μήτʼ ἀπομνημόνευσιν ἑτέρων μήτʼ αὐτὴν τὴν ὑπόθεσιν τοῦ λόγου καὶ προαίρεσιν, ἀλλὰ μηδὲ λέξιν ἢ διάθεσιν τῶν λεγομένων,
なぜなら、語り手が完全に的外れで間違いだらけであって、称賛に値する何らかの知性も、他人の言葉の引用も、その言論の主題や意図自体も、さらには語られる言葉遣いや構成さえも提供しない、などということはあり得ないからである。