Humanitext Reader

普鲁塔克 · 论倾听 §13#2

善意倾听的态度与面对拙劣言论时的得体举止

第 8 段,共 11 段 · 希腊语

内容简介

通过引用情人、柏拉图以及各类诗人或修辞学家的例子,阐明了在任何言论中寻找闪光点的善意倾听方式,并论述了即使面对失败的演说也应保持的端正倾听态度,以及应当避免的不雅肢体行为。

§13#2" ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων " ὅπου γὰρ ἐμέτου τινὲς ἐγκώμια καὶ πυρετοῦ καὶ νὴ Δία χύτρας ἐπιδεικνύμενοι, πιθανότητος οὐκ ἀμοιροῦσιν, ἦ που λόγος ὑπʼ ἀνδρὸς ἁμωσγέπως δοκοῦντος ἢ καλουμένου φιλοσόφου περαινόμενος οὐκ ἂν ὅλως ἀναπνοήν τινα καὶ καιρὸν ἀκροαταῖς εὐμενέσι καὶ φιλανθρώποις παράσχοι πρὸς ἔπαινον;
“犹如在多刺的荆棘与粗糙的芒柄花之间,亦能绽放柔嫩的白紫罗兰之花。 ” 因为既然有人在发表关于呕吐、发热、甚至因宙斯之名关于陶罐的颂词时,都并非毫无说服力,那么,一个在某种程度上被视为或被称为哲学者的人所阐述的言论,难道还会完全无法给心怀善意且仁慈的听众提供任何称赞的喘息与契机吗?
οἱ γοῦν ἐν ὥρᾳ πάντες, ὥς φησιν ὁ Πλάτων, ἁμηγέπη δάκνουσι τὸν ἐρωτικόν, καὶ λευκοὺς μὲν θεῶν παῖδας ἀνακαλῶν μέλανας δʼ ἀνδρικούς, καὶ τὸν γρυπὸν βασιλικὸν καὶ τὸν σιμὸν ἐπίχαριν τὸν δʼ ὠχρὸν μελίχρουν ὑποκοριζόμενος ἀσπάζεται καὶ ἀγαπᾷ· δεινὸς γάρ ἐστιν ὁ ἔρως ὥσπερ κιττὸς αὑτὸν ἐκ πάσης ἀναδῆσαι προφάσεως.
总之,正如柏拉图所说,所有处于青春韶华的人,都会以某种方式拨动情人的心弦,他把肤色白皙的人称为“众神之子”,把肤色黝黑的人称为“英武”,而将鹰钩鼻亲昵地称为“有王者之风”,将塌鼻子称为“可爱”,将面色苍白的人称为“蜜色”,从而拥抱并爱护他们;因为爱极其擅长从任何借口中将自己缠绕上去,就像常春藤一般。
πολὺ δὴ μᾶλλον ὁ φιλήκοος καὶ φιλόλογος ἀεί τινος αἰτίας εὑρετικὸς ἔσται, διʼ ἣν οὐκ ἀπὸ τρόπου τῶν λεγόντων ἕκαστον ἐπαινῶν φανεῖται.
那么,对于热衷倾听和喜爱言论的人来说,就更是会始终善于发现某种理由,借此他显然能够恰如其分地赞扬每一位说话者。
καὶ γὰρ ὁ Πλάτων τὸν Λυσίου λόγον οὔτε κατὰ τὴν εὕρεσιν ἐπαινῶν καὶ τῆς ἀταξίας αἰτιώμενος ὅμως αὐτοῦ τὴν ἀπαγγελίαν ἐπαινεῖ, καὶ ὅτι τῶν ὀνομάτων σαφῶς καὶ στρογγύλως ἕκαστον ἀποτετόρνευται.
事实上,柏拉图也是如此,他虽然没有赞赏吕西亚斯演说中的构思,并指责其杂乱无章,但仍旧赞赏其措辞,并赞其每一个词汇都被雕琢得清晰而圆润。
μέμψαιτο δʼ ἄν τις Ἀρχιλόχου μὲν τὴν ὑπόθεσιν, Παρμενίδου δὲ τὴν στιχοποιίαν, Φωκυλίδου δὲ τὴν εὐτέλειαν, Εὐριπίδου δὲ τὴν λαλιάν, Σοφοκλέους δὲ τὴν ἀνωμαλίαν, ὥσπερ ἀμέλει καὶ τῶν ῥητόρων ἐστὶν ὁ μὲν οὐκ ἔχων ἦθος, ὁ δὲ πρὸς πάθος ἀργός, ὁ δʼ ἐνδεὴς χαρίτων ἕκαστός γε μὴν ἐπαινεῖται κατὰ τὸ ἴδιον τῆς δυνάμεως, ᾧ κινεῖν καὶ ἄγειν πέφυκεν.
人们或许会指责阿尔基洛科斯的主题、巴门尼德的诗作、福库利德斯的简陋、欧里庇得斯的唠叨、索福克勒斯的参差不齐;正如在修辞学家中,自然也有人缺乏品格,有人对激发情感反应迟钝,有人缺乏文雅;然而,每个人终究是根据其独特的才能而受到赞赏的,他天生就凭借这种才能去打动和引导人们。
ὥστε καὶ τοῖς ἀκούουσιν εὐπορίαν εἶναι καὶ ἀφθονίαν τοῦ φιλοφρονεῖσθαι τοὺς λέγοντας.
因此,听众也有充足而丰富的途径去友善地对待说话者。
ἐνίοις γὰρ ἐξαρκεῖ, κἂν μὴ διὰ φωνῆς ἐπιμαρτυρῶμεν, ὄμματος πραότητα καὶ γαλήνην προσώπου καὶ διάθεσιν εὐμενῆ καὶ ἄλυπον ἐμπαρασχεῖν.
因为对某些人来说,即使我们不用声音来表达赞同,只要展现出眼神的温和、面容的平静,以及善意而无怨的姿态,就已经足够了。
ἐκεῖνα μὲν γὰρ ἤδη καὶ πρὸς τοὺς ὅλως ἀποτυγχάνοντας ὥσπερ ἐγκύκλια καὶ κοινὰ πάσης ἀκροάσεώς ἐστι, καθέδρα τέ τις ἄθρυπτος καὶ ἀκλινὴς ἐν ὀρθῷ σχήματι καὶ πρόσβλεψις αὐτῷ τῷ λέγοντι καὶ τάξις ἐνεργοῦ προσοχῆς, καὶ προσώπου κατάστασις καθαρὰ καὶ ἀνέμφαντος οὐχ ὕβρεως οὐδὲ δυσκολίας μόνον ἀλλὰ καὶ φροντίδων ἄλλων καὶ ἀσχολιῶν·
因为以下这些做法,即便对于那些完全失败的说话者,也已经是任何倾听中通行的、共同的规矩:端正而不松垮、挺拔的坐姿,注视着说话者本人,保持积极专注的姿态,以及一种纯净的、不表现出傲慢或烦躁,也同样不表现出其他忧虑与琐事的面部神情。
ὡς ἐν ἔργῳ γε παντὶ τὸ μὲν καλὸν ἐκ πολλῶν οἷον ἀριθμῶν εἰς ἕνα καιρὸν ἡκόντων ὑπὸ συμμετρίας τινὸς καὶ ἁρμονίας ἐπιτελεῖται, τὸ δʼ αἰσχρὸν ἐξ ἑνὸς τοῦ τυχόντος ἐλλείποντος ἢ προσόντος ἀτόπως εὐθὺς ἑτοίμην ἔχει τὴν γένεσιν, ὥσπερ ἐπʼ αὐτῆς τῆς ἀκροάσεως οὐ μόνον βαρύτης ἐπισκυνίου καὶ ἀηδία προσώπου καὶ βλέμμα ῥεμβῶδες καὶ περίκλασις σώματος καὶ μηρῶν ἐπάλλαξις ἀπρεπὴς ἀλλὰ καὶ νεῦμα καὶ ψιθυρισμὸς πρὸς ἕτερον καὶ μειδίαμα χάσμαι τε ὑπνώδεις καὶ κατήφειαι καὶ πᾶν εἴ τι τούτοις ἔοικεν ὑπεύθυνόν ἐστι καὶ δεῖται πολλῆς εὐλαβείας.
因为在任何事情中,美都是由许多如同数字般的比例在某种匀称与和谐之下,汇聚成一个恰当的整体而达成的;相反,丑则是由于任意一个偶然要素的缺失或不合时宜的存在,便立刻轻易产生的;正如在倾听这件事情本身中,不仅紧锁眉头、面部露出不悦、眼神游移、身体扭曲、不雅地跷二郎腿,而且连点头、向他人低语、微笑、困倦的哈欠、垂头丧气,以及任何与此相似的行为都是会受到指责的,需要极大的审慎。

词汇与语法注释

  1. 44eὅπου γὰρ ἐμέτου — 连接词 ὅπου 在此处并非表示空间位置,而是引导一个逻辑前提(“既然”、“在……情况下”)。它与后文的 ἦ που(“何况”、“更不用说”)相呼应,构成了一个论证力度递进的反问(a fortiori)句式。
  2. 45aἐπαινῶν φανεῖται — 动词 φαίνομαι 搭配分词(ἐπαινῶν)的句式,表示该动作确实在发生(“显然在赞扬”、“表明在赞扬”),这与搭配不定式(φαίνομαι + inf.)表示表象(“似乎在赞扬”)的用法不同。
  3. 45bἐκεῖνα μὲν γὰρ ἤδη — 此处的代词 ἐκεῖνα 具有先行(proleptic)作用,它指代的并非前文,而是紧随其后并列出现的具体名词(καθέδρα, πρόσβλεψις, τάξις, κατάστασις)。
  4. 45cἐκ πολλῶν οἷον ἀριθμῶν — 此处的“数字(ἀριθμοί)”指的是雕塑或艺术理论中的“数比关系或尺度”。它们在匀称(συμμετρία)与和谐(ἁρμονία)的作用下,共同构成了作品的美(tò kalón)。

引用这一段

普鲁塔克, 论倾听 §13#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg069.humanitext-grc2:13%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。