§10δεῖ τοίνυν τὸν παῖδα τὸν ἐλεύθερον μηδενὸς μηδὲ τῶν ἄλλων τῶν καλουμένων ἐγκυκλίων παιδευμάτων μήτʼ ἀνήκοον μήτʼ ἀθέατον ἐᾶν εἶναι, ἀλλὰ ταῦτα μὲν ἐκ παραδρομῆς μαθεῖν ὡσπερεὶ γεύματος ἕνεκεν ἐν ἅπασι γὰρ τὸ τέλειον ἀδύνατον, τὴν δὲ φιλοσοφίαν πρεσβεύειν.
因此,不应让自由人的孩子对其他所谓的通识教育一无所闻或一无所见,而应当顺带学习这些,好似尝鲜一般——因为在一切事上追求完美是不可能的——但应当尊哲学为首。
ἔχω δὲ διʼ εἰκόνος παραστῆσαι τὴν ἐμαυτοῦ γνώμην· ὥσπερ γὰρ περιπλεῦσαι μὲν πολλὰς πόλεις καλόν, ἐνοικῆσαι δὲ τῇ κρατίστῃ χρήσιμον ἀστείως δὲ καὶ Βίων ἔλεγεν ὁ φιλόσοφος ὅτι ὥσπερ οἱ μνηστῆρες τῇ Πηνελόπῃ πλησιάζειν μὴ δυνάμενοι ταῖς ταύτης ἐμίγνυντο θεραπαίναις, οὕτω καὶ οἱ φιλοσοφίας μὴ δυνάμενοι κατατυχεῖν ἐν τοῖς ἄλλοις παιδεύμασι τοῖς οὐδενὸς ἀξίοις ἑαυτοὺς κατασκελετεύουσι.
我可以用一个比喻来呈示我的观点:正如航海周游许多城市虽是美事,但居住在最优秀的城市中才是有益的。 哲学家比翁也曾风趣地说道,正如求婚者们无法接近珀涅罗珀,便与她的女仆们私通;同样,那些无法企及哲学的人,也会在其他毫无价值的学问中使自己形销骨立。
διὸ δεῖ τῆς ἄλλης παιδείας ὥσπερ κεφάλαιον ποιεῖν τὴν φιλοσοφίαν.
因此,必须将哲学视为其他教育的冠冕。
περὶ μὲν γὰρ τὴν τοῦ σώματος ἐπιμέλειαν διττὰς εὗρον ἐπιστήμας οἱ ἄνθρωποι, τὴν ἰατρικὴν καὶ τὴν γυμναστικήν, ὧν ἡ μὲν τὴν ὑγίειαν, ἡ δὲ τὴν εὐεξίαν ἐντίθησι.
因为在身体的照料方面,人类发现了两种科学,即医学和体育,其中一者带来健康,另一者带来强健。
τῶν δὲ τῆς ψυχῆς ἀρρωστημάτων καὶ παθῶν ἡ φιλοσοφία μόνη φάρμακόν ἐστι.
而对于灵魂的疾病和情念,哲学是唯一的良药。
διὰ γὰρ ταύτην ἔστι καὶ μετὰ ταύτης γνῶναι τί τὸ καλὸν τί τὸ αἰσχρόν, τί τὸ δίκαιον τί τὸ ἄδικον, τί τὸ συλλήβδην αἱρετὸν τί τὸ φευκτόν· πῶς θεοῖς πῶς γονεῦσι πῶς πρεσβυτέροις πῶς νόμοις πῶς ἀλλοτρίοις πῶς ἄρχουσι πῶς φίλοις πῶς γυναιξὶ πῶς τέκνοις πῶς οἰκέταις χρηστέον ἐστί· ὅτι δεῖ θεοὺς μὲν σέβεσθαι, γονέας δὲ τιμᾶν, πρεσβυτέρους αἰδεῖσθαι, νόμοις πειθαρχεῖν, ἄρχουσιν ὑπείκειν, φίλους ἀγαπᾶν, πρὸς γυναῖκας σωφρονεῖν, τέκνων στερκτικοὺς εἶναι, δούλους μὴ περιυβρίζειν τὸ δὲ μέγιστον, μήτʼ ἐν ταῖς εὐπραγίαις περιχαρεῖς μήτʼ ἐν ταῖς συμφοραῖς περιλύπους ὑπάρχειν, μήτʼ ἐν ταῖς ἡδοναῖς ἐκλύτους εἶναι μήτʼ ἐν ταῖς ὀργαῖς ἐκπαθεῖς καὶ θηριώδεις.
因为通过哲学并伴随着哲学,人才可能知晓什么是高尚、什么是卑劣,什么是公正、什么是虚妄,什么是总归该选择的、什么是该规避的;以及对神明、对父母、对长辈、对法律、对异邦人、对统治者、对朋友、对妻子、对子女、对仆役,应当如何对待:即应当敬畏神明、孝敬父母、尊重长辈、服从法律、顺从统治者、爱护朋友、对妻子保持节制、对子女慈爱、对奴隶不加侮辱。 而最重要的是,在顺境中不狂喜,在逆境中不悲恸,在享乐中不放荡,在愤怒中不失控且状如野兽。
ἅπερ ἐγὼ πάντων τῶν ἐκ φιλοσοφίας περιγιγνομένων ἀγαθῶν πρεσβύτατα κρίνω.
我判定这些是哲学所产生的一切善果中最尊贵的。
τὸ μὲν γὰρ εὐγενῶς εὐτυχεῖν ἀνδρός, τὸ δʼ ἀνεπιφθόνως εὐηνίου ἀνθρώπου, τὸ δὲ τοῖς λογισμοῖς περιεῖναι τῶν ἡδονῶν σοφοῦ, τὸ δʼ ὀργῆς κατακρατεῖν ἀνδρὸς οὐ τοῦ τυχόντος ἐστί.
因为高尚地面对幸运是男子的本色,不招嫉妒地接受幸运是温顺之人的本色,用理性战胜享乐是智者的本色,而克制愤怒则是非同寻常之人的本色。
τελείους δʼ ἀνθρώπους ἡγοῦμαι τοὺς δυναμένους τὴν πολιτικὴν δύναμιν μῖξαι καὶ κεράσαι τῇ φιλοσοφίᾳ, καὶ δυεῖν ὄντοιν μεγίστοιν ἀγαθοῖν ἐπηβόλους ὑπάρχειν ὑπολαμβάνω, τοῦ τε κοινωφελοῦς βίου πολιτευομένους, τοῦ τʼ ἀκύμονος καὶ γαληνοῦ, διατρίβοντας περὶ φιλοσοφίαν.
我认为那些能够将政治能力与哲学结合并调和的人才是完善的人,且我认为他们拥有两样最大的善果:既作为公民过着有益于公众的生活,又在哲学中消磨时光,过着无波无澜、平静安宁的生活。
τριῶν γὰρ ὄντων βίων ὧν ὁ μέν ἐστι πρακτικὸς ὁ δὲ θεωρητικὸς ὁ δʼ ἀπολαυστικός, ὁ μὲν ἔκλυτος καὶ δοῦλος τῶν ἡδονῶν ζῳώδης καὶ μικροπρεπής ἐστιν, ὁ δὲ θεωρητικὸς τοῦ πρακτικοῦ διαμαρτάνων ἀνωφελής, ὁ δὲ πρακτικὸς ἀμοιρήσας φιλοσοφίας ἄμουσος καὶ πλημμελής.
因为人生有三种:一种是实践的,一种是思辨的,另一种是享乐的。 那放荡且沦为享乐奴隶的生活是兽性的、卑下的;而脱离了实践的思辨生活则是无益的;至于缺少了哲学的实践生活则是缺乏教养且容易出错的。
πειρατέον οὖν εἰς δύναμιν καὶ τὰ κοινὰ πράττειν καὶ τῆς φιλοσοφίας ἀντιλαμβάνεσθαι κατὰ τὸ παρεῖκον τῶν καιρῶν.
因此,应当尽力既参与公共事务,又在时机允许时致力于哲学。
οὕτως ἐπολιτεύσατο Περικλῆς, οὕτως Ἀρχύτας ὁ Ταραντῖνος, οὕτω Δίων ὁ Συρακόσιος, οὕτως Ἐπαμεινώνδας ὁ Θηβαῖος, ὧν ἅτερος Πλάτωνος ἐγένετο συνουσιαστής.
伯里克利就是这样参与政治的,塔兰托的阿尔希塔斯、叙拉古的迪翁、底比斯的伊帕美浓达也是如此,后者中有一人曾是柏拉图的同伴。
καὶ περὶ μὲν παιδείας οὐκ οἶδʼ ὅτι δεῖ πλείονα λέγοντα διατρίβειν πρὸς δὲ τοῖς εἰρημένοις χρήσιμον, μᾶλλον δὲ ἀναγκαῖόν ἐστι μηδὲ τῆς τῶν παλαιῶν συγγραμμάτων κτήσεως ὀλιγώρως ἔχειν, ἀλλὰ καὶ τούτων ποιεῖσθαι συλλογὴν κατὰ τὸ γεωργῶδες.
至于教育,我不知道为什么还要花费更多时间多说。 但在已说的话之外,不轻视古代著作的获取,甚至按照耕作的方式对它们进行收集,不仅是有益的,更是必要的。
τὸν γὰρ αὐτὸν τρόπον ὄργανον τῆς παιδείας ἡ χρῆσις τῶν βιβλίων ἐστί, καὶ ἀπὸ πηγῆς τὴν ἐπιστήμην τηρεῖν συμβέβηκεν.
因为同样地,书籍的使用是教育的工具,正如同从源泉中保存知识一般。