Humanitext Reader

普鲁塔克 · 论儿童教育 §8

教育与理性的优越及身外之物的无常

第 5 段,共 13 段 · 希腊语

内容简介

作者强调认真的培养与教育是人类最核心且神圣的事物,排除了财富、门第、美貌等不稳定的人世善物,并论证了理智与理性的至高无上性,通过援引斯提尔蓬和苏格拉底的轶事,说明唯有教育和美德才能带来无法被剥夺的真正幸福。

§8συνελὼν τοίνυν ἐγώ φημι καὶ χρησμολογεῖν μᾶλλον ἢ παραινεῖν δόξαιμʼ ἂν εἰκότως ὅτι ἓν πρῶτον καὶ μέσον καὶ τελευταῖον ἐν τούτοις κεφάλαιον ἀγωγὴ σπουδαία καὶ παιδεία νόμιμός ἐστι, καὶ ταῦτα φορὰ καὶ συνεργὰ πρὸς ἀρετὴν καὶ πρὸς εὐδαιμονίαν φημί.
总而言之,我断言——而且我大可以合理地被看作是在传达神谕,而非提出劝告——在这些事情中,首要、中坚和终极的唯一核心要点是认真的培养和正规的教育。 我坚信,这些是通往美德与幸福的助推力和合作者。
καὶ τὰ μὲν ἄλλα τῶν ἀγαθῶν ἀνθρώπινα καὶ μικρὰ καὶ οὐκ ἀξιοσπούδαστα καθέστηκεν.
而其他的所谓美好事物,皆被确立为属人的、渺小的、且不值得认真追求的。
εὐγένεια καλὸν μέν, ἀλλὰ προγόνων ἀγαθόν.
高贵出身固然美好,但那属于祖先的功德。
πλοῦτος δὲ τίμιον μέν, ἀλλὰ τύχης κτῆμα, ἐπειδὴ τῶν μὲν ἐχόντων πολλάκις ἀφείλετο, τοῖς δʼ οὐκ ἐλπίσασι φέρουσα προσήνεγκε, καὶ ὁ πολὺς πλοῦτος σκοπὸς ἔκκειται τοῖς βουλομένοις βαλλάντια τοξεύειν, κακούργοις οἰκέταις καὶ συκοφάνταις, καὶ τὸ μέγιστον, ὅτι καὶ τοῖς πονηροτάτοις μέτεστι.
财富固然宝贵,但那是命运的财产,因为它常常从拥有者手中夺走,又出人意料地带给未曾奢望的人;而且巨额财富也成了那些企图射击钱袋之人的靶子——那些心怀不轨的仆役和诬告者;更重要的一点是,最邪恶的人也能分得财富。
δόξα γε μὴν σεμνὸν μέν, ἀλλʼ ἀβέβαιον.
名声固然庄严,却不稳定。
κάλλος δὲ περιμάχητον μέν, ἀλλʼ ὀλιγοχρόνιον.
美貌固然人人争夺,却很短暂。
ὑγίεια δὲ τίμιον μέν, ἀλλʼ εὐμετάστατον.
健康固然宝贵,却极易起变化。
ἰσχὺς δὲ ζηλωτὸν μέν, ἀλλὰ νόσῳ εὐάλωτον καὶ γήρᾳ.
力量固然令人羡慕,却易受疾病和衰老的侵袭。
τὸ δʼ ὅλον εἴ τις ἐπὶ τῇ τοῦ σώματος ῥώμῃ φρονεῖ, μαθέτω γνώμης διαμαρτάνων.
总而言之,如果有人因自己肉体的强壮而自满,就让他明白自己是判断错误了。
πόστον γάρ ἐστιν ἰσχὺς ἀνθρωπίνη τῆς τῶν ἄλλων ζῴων δυνάμεως;
因为相比于其他动物的力量,人类的力量有多微不足道呢?
λέγω δʼ οἷον ἐλεφάντων καὶ ταύρων καὶ λεόντων.
我是指比如大象、公牛和狮子。
παιδεία δὲ τῶν ἐν ἡμῖν μόνον ἐστὶν ἀθάνατον καὶ θεῖον.
然而在属于我们的东西中,唯有教育是永恒且神圣的。
καὶ δύο τὰ πάντων ἐστὶ κυριώτατα ἐν ἀνθρωπίνῃ φύσει, νοῦς καὶ λόγος.
在人类本性中,有两样东西是最具主导作用的:理智和言语(理性)。
καὶ ὁ μὲν νοῦς ἀρχικός ἐστι τοῦ λόγου, ὁ δὲ λόγος ὑπηρετικὸς τοῦ νοῦ, τύχῃ μὲν ἀνάλωτος, συκοφαντίᾳ δʼ ἀναφαίρετος, νόσῳ δʼ ἀδιάφθορος, γήρᾳ δʼ ἀλύμαντος.
其中,理智是言语的主宰,而言语是理智的仆役,它不会被命运消耗,不会被诬告剥夺,不会因疾病而败坏,也不会因衰老而受损。
μόνος γὰρ ὁ νοῦς παλαιούμενος ἀνηβᾷ, καὶ ὁ χρόνος τἄλλα πάντʼ ἀφαιρῶν τῷ γήρᾳ προστίθησι τὴν ἐπιστήμην.
因为唯有理智在变老时反而焕发青春,时间在夺走其他一切的同时,将知识奉献给了老年。
ὅ γε μὴν πόλεμος χειμάρρου δίκην πάντα σύρων καὶ πάντα παραφέρων μόνην οὐ δύναται παιδείαν παρελέσθαι.
此外,战争虽如山洪般冲刷一切、卷走一切,唯独无法夺走教育。
καί μοι δοκεῖ Στίλπων ὁ Μεγαρεὺς φιλόσοφος ἀξιομνημόνευτον ποιῆσαι ἀπόκρισιν, ὅτε Δημήτριος ἐξανδραποδισάμενος τὴν πόλιν εἰς ἔδαφος κατέβαλε καὶ τὸν Στίλπωνα ἤρετο μή τι ἀπολωλεκὼς εἴη.
在我看来,麦加拉派哲学家斯提尔蓬作出了一个值得铭记的回答:当时德米特里乌斯奴役了这座城市,将其夷为平地,并询问斯提尔蓬是否失去了什么。
καὶ ὃς οὐ δῆτα εἶπε, πόλεμος γὰρ οὐ λαφυραγωγεῖ ἀρετήν σύμφωνος δὲ καὶ συνῳδὸς καὶ ἡ Σωκράτους ἀπόκρισις ταύτῃ φαίνεται.
他回答说: “绝没有,” 因为“战争无法劫掠美德。 ” 而且,苏格拉底的回答也显得与此相合共鸣。
καὶ γὰρ οὗτος ἐρωτήσαντος αὐτόν μοι δοκεῖ Γοργίου ἣν ἔχει περὶ τοῦ μεγάλου βασιλέως ὑπόληψιν καὶ εἰ νομίζει τοῦτον εὐδαίμονα εἶναι, οὐκ οἶδʼ ἔφησε πῶς ἀρετῆς καὶ παιδείας ἔχει, ὡς τῆς εὐδαιμονίας ἐν τούτοις, οὐκ ἐν τοῖς τυχηροῖς ἀγαθοῖς κειμένης.
因为当高尔吉亚(在我看来)问苏格拉底对波斯大王有什么看法、是否认为他幸福时,苏格拉底说: “我不知道他在美德和教育方面处于什么状况,” 因为他认为幸福存在于这些之中,而非存在于偶然的外部善物之中。

词汇与语法注释

  1. p.v.1.p.11συνελών — 动词 συναιρέω(总结、概括)的无定过去时主动分词,在此作副词性惯用表达,意为“简而言之”或“总而言之”。虽然该短语常以与格形式(如 ὡς συνελόντι εἰπεῖν)出现,但此处为主格分词,与主句主语(ἐγώ)一致。
  2. 5eτῆς τῶν ἄλλων ζῴων δυνάμεως — 比较属格,修饰疑问形容词 πόστος(几何、多少、何等微小)。此处通过将人类的力量(ἰσχὺς ἀνθρωπίνη)与“其他动物的力量”进行对比,以此强调人类力量的微不足道。
  3. 15πῶς ἀρετῆς καὶ παιδείας ἔχει — 动词 ἔχω 结合副词(此处为 πῶς)与属格(ἀρετῆς καὶ παιδείας)的固有用法,表示“在某方面处于某种状态”。此处构成间接疑问从句,意为“他在美德与教育方面处于何种状况”。

引用这一段

普鲁塔克, 论儿童教育 §8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg067.humanitext-grc2:8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。