§15ταῦτα μὲν οὖν οὐκ ἐνδοιάσας οὐδὲ μελλήσας περὶ τῆς τῶν παίδων εὐκοσμίας καὶ σωφροσύνης διείλεγμαι· περὶ δὲ τοῦ ῥηθήσεσθαι μέλλοντος ἀμφίδοξός εἰμι καὶ διχογνώμων, καὶ τῇδε κἀκεῖσε μετακλίνων ὡς ἐπὶ πλάστιγγος πρὸς οὐδέτερον ῥέψαι δύναμαι, πολὺς δʼ ὄκνος ἔχει με καὶ τῆς εἰσηγήσεως καὶ τῆς ἀποτροπῆς τοῦ πράγματος.
因此,关于孩子们的规矩与节制,我是毫不犹豫和迟疑地阐述过的;但是,关于接下来将要谈到的事情,我却心存疑虑、意见分歧,如在天平上一般忽左忽右地倾斜,无法倒向任何一边。 对于提倡还是劝阻这件事,我都感到极大的犹豫。
ἀποτολμητέον δʼ οὖν ὅμως εἰπεῖν αὐτό.
然而,无论如何还是必须大胆地把话说出来。
τί οὖν τοῦτʼ ἐστί;
那么,这究竟是什么事呢?
πότερα δεῖ τοὺς ἐρῶντας τῶν παίδων ἐᾶν τούτοις συνεῖναι καὶ, συνδιατρίβειν, ἢ τοὐναντίον εἴργειν αὐτοὺς καὶ ἀποσοβεῖν τῆς πρὸς τούτους ὁμιλίας προσῆκεν;
是应该允许那些爱护孩子的人与他们交往并共同相处,还是相反地,应当禁止他们并驱逐他们,使其远离与孩子们的交往?
ὅταν μὲν γὰρ ἀποβλέψω πρὸς τοὺς πατέρας τοὺς αὐθεκάστους καὶ τὸν τρόπον ὀμφακίας καὶ στρυφνούς, οἳ τῶν τέκνων ὕβριν οὐκ ἀνεκτὴν τὴν τῶν ἐρώντων ὁμιλίαν ἡγοῦνται, εὐλαβοῦμαι ταύτης εἰσηγητὴς γενέσθαι καὶ σύμβουλος, ὅταν δʼ αὖ πάλιν ἐνθυμηθῶ τὸν Σωκράτη τὸν Πλάτωνα τὸν Ξενοφῶντα τὸν Αἰσχίνην τὸν Κέβητα, τὸν πάντα χορὸν ἐκείνων τῶν ἀνδρῶν οἳ τοὺς ἄρρενας ἐδοκίμασαν ἔρωτας καὶ τὰ μειράκια προήγαγον ἐπί τε παιδείαν καὶ δημαγωγίαν καὶ τὴν ἀρετὴν τῶν τρόπων, πάλιν ἕτερος γίγνομαι καὶ κάμπτομαι πρὸς τὸν ἐκείνων τῶν ἀνδρῶν ζῆλον.
因为当我看到那些固执己见、性格如青柿般苦涩严厉的父亲们,他们将与爱慕者的交往视为对孩子无法容忍的侮辱,我便害怕成为这种做法的倡导者和顾问。 但当我再次想到苏格拉底、柏拉图、克塞诺丰、埃斯基内斯、刻贝斯,以及那些赞同男子之爱并引导青年走向教育、公共领导和品格美德的整群贤士时,我又变成了另一个人,倾向于效仿那些贤士。
μαρτυρεῖ δὲ τούτοις Εὐριπίδης οὕτω λέγων
"
ἀλλʼ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως
ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς
"
τὸ δὲ τοῦ Πλάτωνος σπουδῇ καὶ χαριεντισμῷ μεμιγμένον οὐ παραλειπτέον.
欧里庇得斯也如此说道,为他们作证: "但在凡人中确实还有另一种爱,那是对公正、温良和善良灵魂的爱。 "而柏拉图那兼具庄重与诙谐的观点也不应忽略。
ἐξεῖναι γάρ φησι δεῖν τοῖς ἀριστεύσασιν ὃν ἂν βούλωνται τῶν καλῶν φιλῆσαι.
因为他说,应当允许那些立下杰出功勋的人去亲吻他们所期望的任何美貌之人。
τοὺς μὲν οὖν τῆς ὥρας ἐπιθυμοῦντας ἀπελαύνειν προσῆκε, τοὺς δὲ τῆς ψυχῆς ἐραστὰς ἐγκρίνειν κατὰ τὸ σύνολον.
因此,驱逐那些贪图美貌的人是合宜的,而总的来说,应当接纳那些灵魂的爱慕者。
καὶ τοὺς μὲν Θήβησι καὶ τοὺς ἐν Ἤλιδι φευκτέον ἔρωτας καὶ τὸν ἐν Κρήτῃ καλούμενον ἁρπαγμόν, τοὺς δʼ Ἀθήνησι καὶ τοὺς ἐν Λακεδαίμονι ζηλωτέον.
并且,一方面必须避开在底比斯和在伊利斯的爱,以及在克里特岛所谓的“拐夺”;但另一方面,应当效仿在雅典和在拉刻代蒙的爱。
§16περὶ μὲν οὖν τούτων, ὅπως ἕκαστος αὐτὸς ἑαυτὸν πέπεικεν, οὕτως ὑπολαμβανέτω· ἐγὼ δʼ ἐπειδὴ περὶ τῆς τῶν παίδων εὐταξίας εἴρηκα καὶ κοσμιότητος, καὶ ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἤδη μεταβήσομαι καὶ μικρὰ παντάπασιν λέξω·
因此,关于这些事情,就让每个人按照自己说服自己的方式去理解吧;既然我已经谈过了孩子们的规矩与体统,我现在也将过渡到青年的年龄阶段,并且只说极少的话。
πολλάκις γὰρ κατεμεμψάμην τοὺς μοχθηρῶν ἐθῶν γεγονότας εἰσηγητάς, οἵτινες τοῖς μὲν παισὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐπέστησαν, τὴν δὲ τῶν μειρακίων ὁρμὴν ἄφετον εἴασαν νέμεσθαι, δέον αὖ τοὐναντίον πλείω τῶν μειρακίων ποιεῖσθαι τὴν εὐλάβειαν καὶ φυλακὴν ἢ τῶν παίδων.
因为我经常谴责那些败坏风俗的倡导者,他们给孩子们配备了启蒙导师和教师,却让青年的冲动任意放纵,而相反地,本来应该对青年进行比对儿童更多的戒备和防范。
τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ μὲν τῶν παίδων πλημμελήματα μικρὰ καὶ παντελῶς ἐστιν ἰάσιμα, παιδαγωγῶν ἴσως ὀλιγωρία καὶ διδασκάλων παραγωγὴ καὶ ἀνηκουστία· τὰ δὲ τῶν ἤδη νεανισκευομένων ἀδικήματα πολλάκις ὑπερφυᾶ γίνεται καὶ σχέτλια, ἀμετρία γαστρὸς καὶ κλοπαὶ πατρῴων χρημάτων καὶ κύβοι καὶ κῶμοι καὶ πότοι καὶ παρθένων ἔρωτες καὶ γυναικῶν οἰκοφθορίαι γαμετῶν.
因为谁不知道儿童的过错是微小且完全可以治愈的——或许是启蒙导师的疏忽、教师的误导以及不听话;而那些已经步入青年期的人,他们的罪行往往变得骇人听闻且卑劣:暴饮暴食、盗窃父亲的财产、掷色子、狂欢、酗酒、对少女的爱慕以及破坏有夫之妇的家庭。
οὐκοῦν τὰς τούτων ὁρμὰς ταῖς ἐπιμελείαις δεσμεύειν καὶ κατέχειν προσῆκεν, ἀταμίευτον γὰρ τῶν ἡδονῶν ἡ ἀκμὴ καὶ σκιρτητικὸν καὶ χαλινοῦ δεόμενον, ὥσθʼ οἱ μὴ τῆς ἡλικίας ταύτης ἐρρωμένως ἀντιλαμβανόμενοι τῇ ἀνοίᾳ διδόασιν ἐξουσίαν ἐπὶ τὰ ἀδικήματα.
因此,应当用细心的照料来约束和抑制他们的冲动;因为快乐的繁茂期是无节制的,是易于跳跃的,需要加以缰绳。 因此,那些不能大力管教这一年龄段的人,便是给愚昧提供了作恶的权力。
ἔδει τοίνυν τοὺς ἔμφρονας πατέρας παρὰ τοῦτον μάλιστα τὸν καιρὸν φυλάττειν ἐγρηγορέναι σωφρονίζειν τοὺς μειρακίσκους διδάσκοντας ἀπειλοῦντας δεομένους, παραδείγματα δεικνύντας τῶν διὰ φιληδονίαν μὲν συμφοραῖς περιπεσόντων διὰ δὲ καρτερίαν ἔπαινον καὶ δόξαν ἀγαθὴν περιποιησαμένων.
所以,明智的父亲应当特别在这一时期保持警惕、睁大眼睛、通过教导、威胁和恳求来促使青年人克制,并展示那些因贪图享乐而陷入灾祸,以及因坚忍而获得赞誉和美名的人的实例。
δύο γὰρ ταῦθʼ ὡσπερεὶ στοιχεῖα τῆς ἀρετῆς ἐστιν, ἐλπίς τε τιμῆς καὶ φόβος τιμωρίας· ἡ μὲν γὰρ ὁρμητικωτέρους πρὸς τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων ἡ δʼ ὀκνηροὺς πρὸς τὰ φαῦλα τῶν ἔργων ἀπεργάζεται.
因为这两者就像是美德的元素:对荣誉的期盼与对惩罚的恐惧;因为前者使他们对最美好的追求更加积极,而后者使他们对卑劣的行径产生动摇。