§15ταῦτα μὲν οὖν οὐκ ἐνδοιάσας οὐδὲ μελλήσας περὶ τῆς τῶν παίδων εὐκοσμίας καὶ σωφροσύνης διείλεγμαι·
したがって、子供たちの行儀の良さと節制については、私は疑うことも躊躇うこともなく語ってきた。
περὶ δὲ τοῦ ῥηθήσεσθαι μέλλοντος ἀμφίδοξός εἰμι καὶ διχογνώμων, καὶ τῇδε κἀκεῖσε μετακλίνων ὡς ἐπὶ πλάστιγγος πρὸς οὐδέτερον ῥέψαι δύναμαι, πολὺς δʼ ὄκνος ἔχει με καὶ τῆς εἰσηγήσεως καὶ τῆς ἀποτροπῆς τοῦ πράγματος.
しかし、これから語ろうとすることについては、私は疑念を抱き二つの意見の間で揺れ動いており、天秤の上のようにあちらこちらへと傾いて、どちらの側にも傾くことができずにいる。 そして、その事柄を勧めることにも、それから遠ざけることにも、非常に大きな躊躇いを感じている。
ἀποτολμητέον δʼ οὖν ὅμως εἰπεῖν αὐτό.
しかしながら、とにかくそれを敢えて語らねばならない。
τί οὖν τοῦτʼ ἐστί;
では、これは一体何であろうか。
πότερα δεῖ τοὺς ἐρῶντας τῶν παίδων ἐᾶν τούτοις συνεῖναι καὶ, συνδιατρίβειν, ἢ τοὐναντίον εἴργειν αὐτοὺς καὶ ἀποσοβεῖν τῆς πρὸς τούτους ὁμιλίας προσῆκεν;
子供たちを愛する者たちに対して、子供たちと一緒にいることや共に時を過ごすことを許すべきなのか、それとも反対に、彼らを遠ざけ、彼らとの交際から追い払うのがふさわしいのだろうか。
ὅταν μὲν γὰρ ἀποβλέψω πρὸς τοὺς πατέρας τοὺς αὐθεκάστους καὶ τὸν τρόπον ὀμφακίας καὶ στρυφνούς, οἳ τῶν τέκνων ὕβριν οὐκ ἀνεκτὴν τὴν τῶν ἐρώντων ὁμιλίαν ἡγοῦνται, εὐλαβοῦμαι ταύτης εἰσηγητὴς γενέσθαι καὶ σύμβουλος, ὅταν δʼ αὖ πάλιν ἐνθυμηθῶ τὸν Σωκράτη τὸν Πλάτωνα τὸν Ξενοφῶντα τὸν Αἰσχίνην τὸν Κέβητα, τὸν πάντα χορὸν ἐκείνων τῶν ἀνδρῶν οἳ τοὺς ἄρρενας ἐδοκίμασαν ἔρωτας καὶ τὰ μειράκια προήγαγον ἐπί τε παιδείαν καὶ δημαγωγίαν καὶ τὴν ἀρετὴν τῶν τρόπων, πάλιν ἕτερος γίγνομαι καὶ κάμπτομαι πρὸς τὸν ἐκείνων τῶν ἀνδρῶν ζῆλον.
というのも、融通が利かず、性格が青柿のように渋く気難しい父親たち、すなわち、愛する者たちとの交際を、子供たちに対する耐え難い侮辱であるとみなす者たちに目を向けるとき、私はこのことを勧める者となり相談役となることを恐れてしまう。 しかしその一方で、ソクラテス、プラトン、クセノポン、アイスキネス、ケベス、そして少年への愛を認め、若者たちを教育や民衆の指導、性格の徳へと導いたあの男たちのすべての集まりを思い起こすとき、私は再び別人のようになり、あの男たちの熱意へと心が傾くのである。
μαρτυρεῖ δὲ τούτοις Εὐριπίδης οὕτω λέγων
"
ἀλλʼ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως
ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς
"
τὸ δὲ τοῦ Πλάτωνος σπουδῇ καὶ χαριεντισμῷ μεμιγμένον οὐ παραλειπτέον.
エウリピデスも次のように語って、彼らを証言している。 "しかし、人間の間には確かに別の愛がある。 正しく、節度があり、善良な魂に対する愛が。 "また、真面目さと滑稽さを織り交ぜたプラトンの言葉も無視すべきではない。
ἐξεῖναι γάρ φησι δεῖν τοῖς ἀριστεύσασιν ὃν ἂν βούλωνται τῶν καλῶν φιλῆσαι.
なぜなら彼は、優れた業績を上げた者たちには、美しい者たちのうち自分が望む者にキスをすることが許されるべきだと言っているからである。
τοὺς μὲν οὖν τῆς ὥρας ἐπιθυμοῦντας ἀπελαύνειν προσῆκε, τοὺς δὲ τῆς ψυχῆς ἐραστὰς ἐγκρίνειν κατὰ τὸ σύνολον.
したがって、肉体の美しさを望む者たちを追い払うのはふさわしいことであり、魂を愛する者たちを総じて受け入れるのがふさわしい。
καὶ τοὺς μὲν Θήβησι καὶ τοὺς ἐν Ἤλιδι φευκτέον ἔρωτας καὶ τὸν ἐν Κρήτῃ καλούμενον ἁρπαγμόν, τοὺς δʼ Ἀθήνησι καὶ τοὺς ἐν Λακεδαίμονι ζηλωτέον.
そして、テーバイにおける愛やエリスにおける愛、またクレタでいわゆる「誘拐」と呼ばれるものは避けるべきであり、アテナイにおける愛やラケダイモンにおける愛は模倣すべきである。
§16περὶ μὲν οὖν τούτων, ὅπως ἕκαστος αὐτὸς ἑαυτὸν πέπεικεν, οὕτως ὑπολαμβανέτω·
さて、これらのことについては、各々が自分自身を納得させたように理解するがよい。
ἐγὼ δʼ ἐπειδὴ περὶ τῆς τῶν παίδων εὐταξίας εἴρηκα καὶ κοσμιότητος, καὶ ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἤδη μεταβήσομαι καὶ μικρὰ παντάπασιν λέξω·
私は子供たちの規律と行儀の良さについて語り終えたので、今や若者の年齢へと移行し、極めて簡潔に語ることにしよう。
πολλάκις γὰρ κατεμεμψάμην τοὺς μοχθηρῶν ἐθῶν γεγονότας εἰσηγητάς, οἵτινες τοῖς μὲν παισὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐπέστησαν, τὴν δὲ τῶν μειρακίων ὁρμὴν ἄφετον εἴασαν νέμεσθαι, δέον αὖ τοὐναντίον πλείω τῶν μειρακίων ποιεῖσθαι τὴν εὐλάβειαν καὶ φυλακὴν ἢ τῶν παίδων.
というのも、子供たちに対しては家庭教師や教師を付けながら、若者の衝動については野放しにして勝手に振る舞わせておいた、不道徳な習慣の導入者たちを、私はしばしば非難してきたからである。 本来ならば、反対に、子供たちよりも若者たちに対して、より多くの用心と警戒を払うべきであったのに。
τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ μὲν τῶν παίδων πλημμελήματα μικρὰ καὶ παντελῶς ἐστιν ἰάσιμα, παιδαγωγῶν ἴσως ὀλιγωρία καὶ διδασκάλων παραγωγὴ καὶ ἀνηκουστία·
なぜなら、子供たちの過ちは小さく、完全に治療可能であること、すなわちおそらく家庭教師の怠慢や教師の誤った導き、あるいは不従順であることを、誰が知らないだろうか。
τὰ δὲ τῶν ἤδη νεανισκευομένων ἀδικήματα πολλάκις ὑπερφυᾶ γίνεται καὶ σχέτλια, ἀμετρία γαστρὸς καὶ κλοπαὶ πατρῴων χρημάτων καὶ κύβοι καὶ κῶμοι καὶ πότοι καὶ παρθένων ἔρωτες καὶ γυναικῶν οἰκοφθορίαι γαμετῶν.
しかし、すでに青年期に達した者たちの非行は、しばしば常軌を逸した恐ろしいものとなる。 すなわち、暴飲暴食、父親の財産の窃盗、賭け事、どんちゃん騒ぎ、深酒、乙女たちへの愛、人妻の家庭の破滅などである。
οὐκοῦν τὰς τούτων ὁρμὰς ταῖς ἐπιμελείαις δεσμεύειν καὶ κατέχειν προσῆκεν, ἀταμίευτον γὰρ τῶν ἡδονῶν ἡ ἀκμὴ καὶ σκιρτητικὸν καὶ χαλινοῦ δεόμενον, ὥσθʼ οἱ μὴ τῆς ἡλικίας ταύτης ἐρρωμένως ἀντιλαμβανόμενοι τῇ ἀνοίᾳ διδόασιν ἐξουσίαν ἐπὶ τὰ ἀδικήματα.
したがって、彼らの衝動を注意深い配慮によって縛り、抑制するのがふさわしかった。 なぜなら、快楽の全盛期は放縦であり、跳ね回りやすく、手綱を必要とするからである。 それゆえ、この年齢を強力に管理しない者たちは、愚行に対して非行に及ぶ権限を与えているのである。
ἔδει τοίνυν τοὺς ἔμφρονας πατέρας παρὰ τοῦτον μάλιστα τὸν καιρὸν φυλάττειν ἐγρηγορέναι σωφρονίζειν τοὺς μειρακίσκους διδάσκοντας ἀπειλοῦντας δεομένους, παραδείγματα δεικνύντας τῶν διὰ φιληδονίαν μὲν συμφοραῖς περιπεσόντων διὰ δὲ καρτερίαν ἔπαινον καὶ δόξαν ἀγαθὴν περιποιησαμένων.
それゆえ、良識ある父親たちは、特にこの時期において、警戒し、目を覚まし、教え、脅し、懇願することによって、若者たちを諭すべきであり、また、快楽を好んだために災厄に陥った人々や、自制したために賞賛と良い評判を手に入れた人々の実例を示すべきである。
δύο γὰρ ταῦθʼ ὡσπερεὶ στοιχεῖα τῆς ἀρετῆς ἐστιν, ἐλπίς τε τιμῆς καὶ φόβος τιμωρίας·
なぜなら、これら二つは、いわば徳の基本要素であるからであり、すなわち、名誉への希望と罰への恐れである。
ἡ μὲν γὰρ ὁρμητικωτέρους πρὸς τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων ἡ δʼ ὀκνηροὺς πρὸς τὰ φαῦλα τῶν ἔργων ἀπεργάζεται.
前者は、最も美しい営みへと人をより熱心にさせ、後者は、卑しい行いに対して人を躊躇させるからである。