§17καθόλου δʼ ἀπείργειν προσήκει τοὺς παῖδας τῆς πρὸς τοὺς πονηροὺς ἀνθρώπους συνουσίας· ἀποφέρονται γάρ τι τῆς τούτων κακίας.
总的来说,应当禁止孩子们与恶人交往;因为他们会染上这些人的部分恶习。
τοῦτο δὲ παρήγγειλε καὶ Πυθαγόρας αἰνίγμασιν ἅπερ ἐγὼ παραθεὶς ἐξηγήσομαι· καὶ γὰρ ταῦτα πρὸς ἀρετῆς κτῆσιν συμβάλλεται ῥοπὴν οὐκ ἐλαχίστην.
毕达哥拉斯也曾通过谜语形式告诫过这一点,我将把它们列举并加以解释;因为这些对于获得美德也有着不小的促进作用。
οἷον
μὴ γεύεσθαι μελανούρων
τουτέστι μὴ συνδιατρίβειν μέλασιν ἀνθρώποις διὰ κακοήθειαν.
例如: “不食黑尾鱼” 也就是说,不要因其恶意而与心术不正(黑暗)的人交往。
μὴ ζυγὸν ὑπερβαίνειν; τουτέστιν ὅτι δεῖ τῆς δικαιοσύνης πλεῖστον ποιεῖσθαι λόγον καὶ μὴ ταύτην ὑπερβαίνειν.
“不跨过天平” 也就是说,必须最看重公正,不可逾越它。
μὴ ἐπὶ χοίνικος καθίσαι
ἤτοι φεύγειν ἀργίαν καὶ προνοεῖν ὅπως τὴν ἀναγκαίαν παρασκευάσωμεν τροφήν.
“不坐于升(科伊尼克斯)上” 即逃避懈怠,并预先设法准备必需的食粮。
μὴ παντὶ ἐμβάλλειν δεξιάν
ἀντὶ τοῦ προχείρως οὐ δεῖ συναλλάσσειν.
“不与任何人轻易握手” 代替:不应当草率地与人结交。
μὴ φορεῖν στενὸν δακτύλιον; ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν ὡς μὴ δεῖν αὐτόν.
“不戴紧的指轮” 也就是说,应当这样度过人生,即不使自己受到束缚。
πῦρ σιδήρῳ μὴ σκαλεύειν; ἀντὶ τοῦ θυμούμενον μὴ ἐρεθίζειν· οὐ γὰρ προσῆκεν, ἀλλʼ ὑπείκειν τοῖς ὀργιζομένοις.
“不以铁拨火” 代替:不要激怒正在发怒的人;因为这不合宜,而应当向发怒的人让步。
μὴ ἐσθίειν καρδίαν
ἤτοι μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρύχοντα.
“不食心” 即不要因忧虑折磨灵魂而伤害它。
κυάμων ἀπέχεσθαι
ὅτι οὐ δεῖ πολιτεύεσθαι· κυαμευταὶ γὰρ ἦσαν ἔμπροσθεν αἱ ψηφοφορίαι διʼ ὧν πέρας ἐπετίθεσαν ταῖς ἀρχαῖς.
“远离蚕豆” 也就是说,不应当参与政治;因为以前投票是用蚕豆进行的,人们通过这种方式给官职设立期限。
σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν· ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκεν· ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δʼ ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων.
“不将食物放入尿壶中” 因为这表明,不应当将优雅的言论投入邪恶的灵魂之中;因为言论是心智的食粮,而人们的邪恶使其变得不洁。
μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὅρους ἐλθόντας,
τουτέστι μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως καὶ μὴ ἀθυμεῖν.
“行至边界,不可回头” 也就是说,在临死之际,看到生命的边界已在眼前,应当安然承受,不要灰心丧气。
ἀνακάμψω δʼ ἐπὶ τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν· ἁπάντων γὰρ ὅπερ ἔφην τῶν πονηρῶν ἀνθρώπων ἀπάγειν δεῖ τοὺς παῖδας, μάλιστα δὲ τῶν κολάκων.
但我将回到我讨论的最初前提;因为正如我所说,应当让孩子们远离所有的恶人,尤其是远离谄媚者。
ὅπερ γὰρ πολλάκις καὶ πρὸς πολλοὺς τῶν πατέρων διατελῶ λέγων, καὶ νῦν ἂν εἴποιμι.
因为我经常对许多父亲反复说的话,现在也要说。
γένος οὐδέν ἐστιν ἐξωλέστερον οὐδὲ μᾶλλον καὶ θᾶττον ἐκτραχηλίζον νεότητα τῶν κολάκων, οἳ καὶ τοὺς πατέρας καὶ τοὺς παῖδας προρρίζους ἐκτρίβουσι, τῶν μὲν τὸ γῆρας ἐπίλυπον, τῶν δὲ τὴν νεότητα ποιοῦντες, τῶν δὲ συμβουλευμάτων δέλεαρ ἀφύλακτον προτείνοντες τὴν ἡδονήν.
没有任何一类人比谄媚者更具毁灭性,也无法更迅速、更致命地使青年堕落,他们将父亲和孩子们都连根拔起地毁灭,使前者的晚年充满痛苦,使后者的青春荒废,并将享乐作为他们建议的毫无防备的诱饵呈献出来。
τοῖς παισὶ τῶν πλουσίων οἱ πατέρες νήφειν παραινοῦσιν οἱ δὲ μεθύειν, σωφρονεῖν οἱ δʼ ἀσελγαίνειν, φυλάττειν οἱ δὲ δαπανᾶν, φιλεργεῖν οἱ δὲ ῥᾳθυμεῖν,
στιγμὴ χρόνου πᾶς ἐστιν ὁ βίος
λέγοντες,
ζῆν οὐ παραζῆν προσῆκε.
对于富家子弟,父亲们劝告他们保持清醒,而他们(谄媚者)则劝告其醉酒;父亲劝告其节制,他们则劝告其放纵;父亲劝告其守护(财产),他们则劝告其挥霍;父亲劝告其勤劳,他们则劝告其懈怠,他们说: “整个人生不过是时间的一瞬” 并且 “应当生活,而不只是活着。
τί δὲ φροντιστέον ἡμῖν τῶν τοῦ πατρὸς ἀπειλῶν;
” 他们还说:“我们何必在意父亲的威胁呢?
κρονόληρος καὶ σοροδαίμων ἐστί, καὶ μετέωρον αὐτὸν ἀράμενοι τὴν ταχίστην ἐξοίσομεν.
他是个糊涂老朽,一只脚已经踏进了坟墓,我们很快就会把他抬出去埋掉。
καθῆκε δέ τις καὶ χαμαιτύπην καὶ προηγώγευσε γαμετήν;
” 如果有人雇了妓女、诱奸了有夫之妇呢?
καὶ τὰ τῶν πατέρων ἐφόδια τοῦ γήρως ἐσύλησε καὶ περιέκοψε.
他们便掠夺并削减父亲们留作养老的准备金。
μιαρὸν τὸ φῦλον, ὑποκριταὶ φιλίας, ἄγευστοι παρρησίας, πλουσίων μὲν κόλακες πενήτων δʼ ὑπερόπται, ὡς ἐκ λυρικῆς τέχνης ἐπὶ τοὺς νέους ἀγόμενοι, σεσηρότες ὅθʼ οἱ τρέφοντες γελῶσι, καὶ ψυχῆς ὑποβολιμαῖα καὶ νόθα μέρη βίου, πρὸς δὲ τὸ τῶν πλουσίων νεῦμα ζῶντες, τῇ τύχῃ μὲν ἐλεύθεροι, τῇ προαιρέσει δὲ δοῦλοι· ὅταν δὲ μὴ ὑβρίζωνται, τόθʼ ὑβρίζεσθαι δοκοῦντες, ὅτι μάτην παρατρέφονται.
这是一个令人作呕的族群,友谊的伪君子,毫无坦诚的体验,富人的谄媚者,穷人的鄙视者,如同通过抒情诗艺术一般被吸引到年轻人身边,在施惠者笑的时候咧嘴傻笑,是人生灵魂的赝品和私生子部分,顺从富人的示意而活,在命运上是自由人,但在选择上却是奴隶;而当他们没有受到侮辱时,却以为自己受到了侮辱,因为他们被白白养活着。
ὥστʼ εἴ τῳ μέλει τῶν, πατέρων τῆς τῶν τέκνων εὐαγωγίας, ἐκδιωκτέον τὰ μιαρὰ ταῦτα θρέμματα, ἐκδιωκτέον δʼ οὐχ ἥκιστα καὶ τάς τῶν συμφοιτητῶν μοχθηρίας· καὶ γάρ οὗτοι τὰς ἐπιεικεστάτας φύσεις ἱκανοὶ διαφθείρειν εἰσί.
因此,如果父亲们中有任何人关心孩子的良好教养,就必须驱逐这些作恶的寄生虫,而且绝不能最不驱逐(也必须大力驱逐)同窗学友们的恶劣行径;因为他们也足以败坏最优秀的资质。