§14καὶ μέντοι καὶ τῆς αἰσχρολογίας ἀπακτέον τοὺς υἱεῖς
λόγος γὰρ ἔργου σκιή
κατὰ Δημόκριτον.
此外,也必须让儿子们远离粗俗的言语;因为根据德谟克利特的说法,“言语是行为的影子”。
εἶτά γε μὴν ἐντευκτικοὺς αὐτοὺς εἶναι παρασκευαστέον καὶ φιλοπροσηγόρους οὐδὲν γὰρ ὡς τὰ ἀνέντευκτα τῶν ἠθῶν ἐστιν οὕτως ἀξιομίσητον.
其次,确实必须培养他们成为易于交往和和蔼可亲的人;因为在性格中,没有什么比不合群更令人厌恶的了。
ἔτι τοίνυν οἱ παῖδες ἀμισεῖς γίγνοιντʼ ἂν τοῖς συνοῦσι μὴ παντελῶς ἐν ταῖς ζητήσεσιν ἀπαραχώρητοι γιγνόμενοι· οὐ γὰρ τὸ νικᾶν μόνον ἀλλὰ καὶ τὸ ἡττᾶσθαι ἐπίστασθαι καλὸν ἐν οἷς τὸ νικᾶν βλαβερόν.
此外,如果孩子们在讨论中不完全固执己见,他们就会受到交往者的喜爱;因为在赢了反而有害的事情上,不仅懂得如何赢,而且懂得如何接受失败,也是一件美事。
ἔστι γὰρ ὡς ἀληθῶς καὶ νίκη Καδμεία.
因为实际上也存在着所谓的“卡德摩斯式的胜利”。
ἔχω δὲ μάρτυρα τούτου Εὐριπίδην τὸν σοφὸν ἐπαγαγέσθαι λέγοντα
"
δυοῖν λεγόντοιν, θατέρου θυμουμένου,
ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος
"
ἃ τοίνυν τῶν εἰρημένων οὐδενὸς ἧττόν ἐστιν ἀλλὰ καὶ μᾶλλον ἐπιτηδευτέα τοῖς νέοις καὶ δὴ λεκτέον.
关于这一点,我有聪慧的欧里庇得斯作为证人,他被引用道: "两人说话,一人愤怒时,不以言辞反驳的人更聪明。 "因此,那些重要性绝不亚于上述所言、甚至更值得年轻人去实践的事,确实必须予以阐明。
ταῦτα δʼ ἐστὶ τὸ τὸν βίον ἀτύφωτον ἀσκεῖν, τὸ τὴν γλῶτταν κατέχειν, τὸ τῆς ὀργῆς ὑπεράνω γίγνεσθαι, τὸ τῶν χειρῶν κρατεῖν.
这些事就是:过一种没有虚荣的生活,控制舌头,超脱于愤怒之上,以及约束双手。
τούτων ἕκαστον ἡλίκον ἐστὶ σκεπτέον ἔσται δʼ ἐπὶ παραδειγμάτων γνωριμώτερα.
必须考察其中的每一项有多么重要;通过实例,它们会变得更加清晰易懂。
οἷον ἵνʼ ἀπὸ τοῦ τελευταίου πρῶτον ἄρξωμαι, τὰς χεῖράς τινες ὑποσχόντες λήμμασιν ἀδίκοις τὴν δόξαν τῶν προβεβιωμένων ἐξέχεαν· ὡς Γύλιππος ὁ Λακεδαιμόνιος τὰ σακκία τῶν χρημάτων παραλύσας φυγὰς ἀπηλάθη τῆς Σπάρτης.
例如,为了先从最后一项开始:有些人因把手伸向不义之财,而毁掉了他们过去生活的名声;正如拉刻代蒙人居利普斯,因私拆钱袋,而被作为流放者赶出了斯巴达。
τό γε μὴν ἀόργητον ἀνδρός ἐστι σοφοῦ.
而不动怒则是智者的特征。
Σωκράτης μὲν γάρ, λακτίσαντος αὐτὸν νεανίσκου θρασέος μάλα καὶ βδελυροῦ, τοὺς ἀμφʼ αὑτὸν ὁρῶν ἀγανακτοῦντας καὶ σφαδάζοντας ὡς καὶ διώκειν αὐτὸν ἐθέλειν,
ἆρʼ
ἔφησε
καὶ εἲ μʼ ὄνος ἐλάκτισεν, ἀντιλακτίσαι τοῦτον ἠξιώσατʼ ἄν;
因为苏格拉底,在一个极其猖狂且下流的青年踢他时,看到周围的人感到愤慨和躁动,甚至想要起诉那个青年,便说: “如果是一头驴踢了我,难道你们也会认为应当踢回去吗?
οὐ μὴν ἐκεῖνός γε παντελῶς κατεπροίξατο, πάντων δʼ αὐτὸν ὀνειδιζόντων καὶ λακτιστὴν ἀποκαλούντων ἀπήγξατο.
”然而,那个青年也绝非完全没有受到惩罚;因为在众人的指责并称他为“踢人者”之后,他上吊自杀了。
Ἀριστοφάνους δέ, ὅτε τὰς Νεφέλας ἐξέφερε, παντοίως πᾶσαν ὕβριν αὐτοῦ κατασκεδαννύντος, καί τινος τῶν παρόντων
κᾆτα τοιαῦτʼ ἀνακωμῳδοῦντος οὐκ ἀγανακτεῖς
εἰπόντος
ὦ Σώκρατες;
而当阿里斯托芬上演《云》,从各方面对他倾泻各种侮辱时,在场的某个人说: “那么,在这样的喜剧中被如此嘲弄,苏格拉底,难道你不生气吗?
μὰ Δίʼ οὐκ ἔγωγʼ ἔφησεν
ὡς γὰρ ἐν συμποσίῳ μεγάλῳ τῷ θεάτρῳ σκώπτομαι
ἀδελφὰ τούτοις καὶ σύζυγα φανήσονται πεποιηκότες Ἀρχύτας ὁ Ταραντῖνος καὶ Πλάτων.
” “奉宙斯之名,我绝不生气,”他说,“因为我就像在大型宴会上一样,在剧场里被开玩笑。 ”阿基塔斯与柏拉图也将被表明做出了与这些相似且相通的行为。
ὁ μὲν γὰρ ἐπανελθὼν ἀπὸ τοῦ πολέμου στρατηγῶν δʼ ἐτύγχανε γῆν καταλαβὼν κεχερσωμένην, τὸν ἐπίτροπον καλέσας αὐτῆς ᾤμωξας
ἄν
ἔφησεν
εἰ μὴ λίαν ὠργιζόμην
Πλάτων δὲ δούλῳ λίχνῳ καὶ βδελυρῷ θυμωθείς, τὸν τῆς ἀδελφῆς υἱὸν Σπεύσιππον καλέσας
τοῦτον
ἔφησεν ἀπελθών
κρότησον·
前者从战争中归来时(他当时恰好担任将军),发现自己的土地一片荒芜,召来管理人说: “如果你没有让我如此愤怒,”他说,“你早就遭殃了。 ”而柏拉图对一个贪婪且下流的奴隶动怒时,召来他姐姐的儿子斯珀西波斯说: “你去鞭打这家伙;因为我非常愤怒。
ἐγὼ γὰρ πάνυ θυμοῦμαι
χαλεπὰ δὲ ταῦτα καὶ δυσμίμητα φαίη τις ἄν.
”有人可能会说,这些事情很困难且难以模仿。
οἶδα κἀγώ.
我也知道。
πειρατέον οὖν εἰς ὅσον οἷόν τʼ ἐστὶ τούτοις παραδείγμασι χρωμένους τὸ πολὺ τῆς ἀκρατοῦς καὶ μαινομένης ὑφαιρεῖν ὀργῆς οὐδὲ γὰρ ἐς τἄλλα ἐνάμιλλοι ταῖς ἐκείνων ἐσμὲν οὔτʼ ἐμπειρίαις οὔτε καλοκαγαθίαις.
必须尽可能地利用这些例子,去消除大部分无法控制和疯狂的愤怒;因为我们在其他方面,既无法与他们的经验相比,也无法与他们的美德相比。
ἀλλʼ οὐδὲν ἧττον ἐκείνων, ὥσπερ θεῶν ἱεροφάνται καὶ δᾳδοῦχοι τῆς σοφίας ὄντες, ὅσαπέρ ἐστιν ἐν δυνατῷ, ταῦτα μιμεῖσθαι καὶ περικνίζειν ἐπιχειροῦμεν.
但尽管如此,我们仍将他们视为神圣仪式的传授者和智慧的执炬者,尝试去模仿并获取在能力范围内的一切。
τὸ τοίνυν τῆς γλώττης κρατεῖν περὶ τούτου γάρ, ὥσπερ ὑπεθέμην, εἰπεῖν λοιπόν εἴ τις μικρὸν καὶ φαῦλον ὑπείληφε, πλεῖστον διαμαρτάνει τῆς ἀληθείας.
那么,关于控制舌头——因为关于这一点,正如我所提议的,还有待说明——如果有人认为这是一件微不足道的小事,那他就极大地偏离了真理。
σοφὸν γὰρ εὔκαιρος σιγὴ καὶ παντὸς λόγου κρεῖττον.
因为合时的沉默是明智的,且优于任何言语。
καὶ διὰ τοῦτό μοι δοκεῖ τὰς μυστηριώδεις τελετὰς οἱ παλαιοὶ κατέδειξαν, ἵνʼ ἐν ταύταις σιωπᾶν ἐθισθέντες ἐπὶ τὴν τῶν ἀνθρωπίνων μυστηρίων πίστιν τὸν ἀπὸ τῶν θεῶν μεταφέρωμεν φόβον.
正因如此,在我看来,古人制定了神秘的入会仪式,以便让我们在这些仪式中习惯于保持沉默,从而将对神明的敬畏转化为对人类秘密的坚守。
καὶ γὰρ αὖ σιωπήσας μὲν οὐδεὶς μετενόησε, λαλήσαντες δὲ παμπληθεῖς.
因为同样地,没有人因保持沉默而后悔,而因多言而后悔的人却数不胜数。
καὶ τὸ μὲν σιγηθὲν ἐξειπεῖν ῥᾴδιον, τὸ δὲ ῥηθὲν ἀναλαβεῖν ἀδύνατον.
并且,保持沉默的事情容易说出来,但说出口的话却无法收回。
μυρίους δʼ ἔγωγʼ οἶδʼ ἀκούσας ταῖς μεγίσταις συμφοραῖς περιπεσόντας διὰ τὴν τῆς γλώττης ἀκρασίαν.
我本人就听说并知道有无数人,因为舌头的无节制而陷入了极大的灾祸。
ὧν τοὺς ἄλλους παραλιπὼν ἑνὸς ἢ δυεῖν τύπου ἕνεκεν ἐπιμνησθήσομαι.
省去其他人不提,为了作为典型,我将提及一两个例子。
τοῦ γὰρ Φιλαδέλφου γήμαντος τὴν ἀδελφὴν Ἀρσινόην Σωτάδης εἰπών
"εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς"
ἐν δεσμωτηρίῳ πολλοὺς κατεσάπη χρόνους καὶ τῆς ἀκαίρου λαλιᾶς οὐ μεμπτὴν ἔδωκε δίκην, ἵνα δὲ γέλωτα παράσχῃ τοῖς ἄλλοις, αὐτὸς πολὺν χρόνον ἔκλαυσεν.
因为当费拉德尔甫斯娶了他的姐妹阿尔西诺伊时,索塔德斯说: "你把刺刺入了不洁的孔洞中 "因此在监狱里腐烂了许多年,为他不合时宜的话语付出了不小的代价;为了让别人发笑,他自己却痛哭了许久。
ἐνάμιλλα δὲ τούτοις καὶ σύζυγα καὶ Θεόκριτος ὁ σοφιστὴς εἶπέ τε καὶ ἔπαθε, καὶ πολὺ δεινότερα.
与这些行为相似且相通的,还有诡辩家狄奥克里托斯所言所受的事,而且要悲惨得多。
Ἀλεξάνδρου γὰρ πορφυρᾶς ἐσθῆτας κελεύσαντος κατασκευάζειν τοὺς Ἕλληνας, ἵνʼ ἐπανελθὼν τὰ ἐπινίκια τοῦ πολέμου τοῦ κατὰ τῶν βαρβάρων θύσειε, καὶ τῶν ἐθνῶν κατὰ κεφαλὴν εἰσφερόντων ἄργυρον πρότερον
μέν
ἔφησεν
ἠμφισβήτουν, νῦν δʼ ᾔσθημαι σαφῶς ὅτι ὁ
πορφύρεος
Ὁμήρου
θάνατος
οὗτός ἐστιν.
因为当亚历山大命令希腊人准备紫色衣服,以便在归来时为战胜蛮族的战争献上胜利祭品,而各城邦按人头缴纳银钱时,他说: “以前,”他说,“我还有所怀疑,但现在我清楚地认识到,这就是荷马所说的‘紫色的死亡’ 了。
ἐξ ὧν ἐχθρὸν ἐκτήσατο τὸν Ἀλέξανδρον.
”因此他招致了亚历山大的敌意。
Ἀντίγονον δὲ τὸν βασιλέα τῶν Μακεδόνων ἑτερόφθαλμον ὄντα τὴν πήρωσιν προφέρων εἰς οὐ μετρίαν ὀργὴν κατέστησε.
而他通过嘲讽马其顿国王安提戈诺斯是独眼,从而激起了他极大的愤怒。
τὸν γὰρ ἀρχιμάγειρον Εὐτροπίωνα γεγενημένον ἐν τάξει πέμψας παραγενέσθαι πρὸς αὐτὸν ἠξίου καὶ λόγον δοῦναι καὶ λαβεῖν.
因为国王派曾任主厨、现任官职的欧特罗皮翁前去,要求狄奥克里托斯到他那里去,并进行交涉和说明。
ταῦτα δʼ ἀπαγγέλλοντος ἐκείνου πρὸς αὐτὸν καὶ πολλάκις προσιόντος
εὖ οἶδʼ ἔφησεν
ὅτι ὠμόν με θέλεις τῷ Κύκλωπι, παραθεῖναι,
ὀνειδίζων τὸν μὲν ὅτι πηρός, τὸν δʼ ὅτι μάγειρος ἦν.
当那个人向他转达并多次接近他时, “我很清楚,”他说,“你是想把我生着献给独眼巨人,”嘲讽一人是残疾,另一人是厨子。
κἀκεῖνος
τοιγαροῦν
εἰπών
τὴν κεφαλὴν οὐχ ἕξεις ἀλλὰ τῆς ἀθυροστομίας ταύτης καὶ μανίας δώσεις δίκην
, ἀπήγγειλε τὰ εἰρημένα τῷ βασιλεῖ, ὁ δὲ πέμψας ἀνεῖλε τὸν Θεόκριτον.
而那个人说: “因此,你将保不住你的脑袋,而要为你这毫无遮拦的口舌和疯狂付出代价,”并将所言报告给了国王,国王派人处死了狄奥克里托斯。
παρὰ πάντα δὲ ταῦτα, ὅπερ ἐστὶν ἱεροπρεπέστατον, ἐθίζειν τοὺς παῖδας τῷ τἀληθῆ λέγειν τὸ γὰρ ψεύδεσθαι δουλοπρεπὲς καὶ πᾶσιν ἀνθρώποις ἄξιον μισεῖσθαι καὶ οὐδὲ μετρίοις δούλοις συγγνωστόν.
然而,在这一切之外,最神圣的是要让孩子们习惯于说真话;因为撒谎是奴隶的行为,值得所有人憎恨,甚至连通情达理的奴隶也是不可原谅的。