§7.1ἐπεὶ γὰρ ἀποκρουσθεὶς τῆς Πλακεντίας ὁ Κεκίνας ἐπὶ Κρεμώνην ὥρμησεν, ἑτέραν πόλιν εὐδαίμονα καὶ μεγάλην, πρῶτος μὲν Ἄννιος Γάλλος πρὸς Πλακεντίαν Σπουρίνᾳ βοηθῶν, ὡς ἤκουσε καθʼ ὁδὸν τοὺς Πλακεντίνους περιγεγονέναι, κινδυνεύειν δὲ τοὺς ἐν Κρεμώνῃ, μετήγαγεν ἐκεῖ τὸ στράτευμα καὶ κατεστρατοπέδευσε πλησίον τῶν πολεμίων ἔπειτα καὶ τῶν ἄλλων ἕκαστος ἐβοήθει τῷ στρατηγῷ.
因为当塞奇纳从普拉肯提亚被击退并奔向克雷莫纳(另一座繁荣而巨大的城市)时,起初正前往普拉肯提亚支援斯普里纳的安尼乌斯·加卢斯,在途中听说普拉肯提亚人已经获胜,而克雷莫纳的人正处于危险之中,便将军队转往该地,并在敌人附近扎营;随后,其余的每一个人也去协助这位将军。
§7.2τοῦ δὲ Κεκίνα λοχίσαντος εἰς λάσια χωρία καὶ ὑλώδη πολλοὺς ὁπλίτας, ἱππεῖς δὲ προεξελάσαι κελεύσαντος, κἂν συνάψωσιν οἱ πολέμιοι κατὰ μικρὸν ἀναχωρεῖν καὶ ἀναφεύγειν, ἄχρι ἂν ὑπάγοντες οὕτως ἐμβάλωσιν αὐτοὺς εἰς τὴν ἐνέδραν, ἐξήγγειλαν αὐτόμολοι τῷ Κέλσῳ.
当塞奇纳在灌木丛生和多树的地方埋伏了许多重装步兵,并命令骑兵先行驰出,且如果敌人与他们交战,就逐渐退却并逃跑,直到这样引诱他们并使其陷入埋伏时,逃兵们将此事报告给了凯尔苏斯。
καὶ οὗτος μὲν ἱππεῦσιν ἀγαθοῖς ἀντεξελάσας, πεφυλαγμένως δὲ χρώμενος τῇ διώξει καὶ τὴν ἐνέδραν περισχὼν καὶ συνταράξας, ἐκάλει τοὺς ὁπλίτας ἐκ τοῦ στρατοπέδου.
而凯尔苏斯亲自率领精锐骑兵出迎,但在追击时十分谨慎,将伏兵包围并使其陷入混乱,同时从营地召集重装步兵。
§7.3καὶ δοκοῦσιν ἂν ἐπελθόντες ἐν καιρῷ μηδένα λιπεῖν τῶν πολεμίων, ἀλλὰ πᾶν τὸ μετὰ Κεκίνα στράτευμα συντρῖψαι καὶ ἀνελεῖν ἐπισπόμενοι τοῖς ἱππεῦσι· νυνὶ δὲ ὁ Παυλῖνος ὀψὲ καὶ σχολῇ προσβοηθήσας αἰτίαν ἔσχεν ἐνδεέστερον τῆς δόξης στρατηγῆσαι διʼ εὐλάβειαν.
如果他们及时发起进攻,似乎就会一个敌人也不留,而是跟随骑兵,将塞奇纳麾下的全军击碎并歼灭;但实际上,保利努斯因救援迟缓,被指责由于过于谨慎,其指挥未能配得上他的名声。
§7.4οἱ δὲ πολλοὶ τῶν στρατιωτῶν καὶ προδοσίαν ἐνεκάλουν αὐτῷ, καὶ παρώξυνον τὸν Ὄθωνα, μεγαληγοροῦντες ὡς νενικηκότων αὐτῶν, τῆς δὲ νίκης οὐκ ἐπὶ πᾶν προελθούσης κακίᾳ τῶν στρατηγῶν.
大多数士兵甚至指责他背叛,并煽动奥托,吹嘘说他们本已获胜,但由于将领们的无能,胜利未能贯彻到底。
ὁ δὲ Ὄθων οὐχ οὕτως ἐπίστευεν αὐτοῖς ὡς ἐβούλετο μὴ δοκεῖν ἀπιστεῖν.
而奥托并非真的相信他们,只是不想显得不相信。
ἔπεμψεν οὖν Τιτιανὸν ἐπὶ τὰ στρατεύματα τὸν ἀδελφὸν καὶ Πρόκλον τὸν ἔπαρχον, ὃς εἶχεν ἔργῳ τὴν πᾶσαν ἀρχήν, πρόσχημα δὲ ἦν ὁ Τιτιανός.
因此,他派遣弟弟蒂蒂阿努斯前往军队,并派去长官普罗克鲁斯——此人实际上掌握着全部权力,而蒂蒂阿努斯只是个幌子。
§7.5οἱ δὲ περὶ τὸν Κέλσον καὶ Παυλῖνον ἄλλως ἐφείλκοντο συμβούλων ὄνομα καὶ φίλων, ἐξουσίαν καὶ δύναμιν ἐν τοῖς πράγμασι μηδεμίαν ἔχοντες, ἦν δὲ θορυβώδη καὶ τὰ παρὰ τοῖς πολεμίοις, μάλιστα δὲ τοῖς ὑπὸ τῷ Οὐάλεντι·
凯尔苏斯和保利努斯等人实际上在政务中毫无权力和力量,只是徒有顾问和朋友的空名。
καὶ τῆς περὶ τὴν ἐνέδραν μάχης ἀπαγγελθείσης ἐχαλέπαινον ὅτι μὴ παρεγένοντο μηδὲ ἤμυναν ἀνδρῶν τοσούτων ἀποθανόντων, μόλις δὲ πείσας καὶ παραιτησάμενος ὡρμημένους αὐτοὺς βάλλειν ἀνέζευξε καὶ συνῆψε τοῖς περὶ Κεκίναν.
而在敌方阵营中同样一片混乱,尤其是那些在瓦伦斯部下的人;当关于埋伏战的报告传来时,他们因自己未能到场、在如此多的人死去时未能施以援手而感到愤怒,瓦伦斯好不容易说服并安抚了急于用石头砸他的他们,随后拔营起行,与塞奇纳的人马会合。