Humanitext Reader

普鲁塔克 · 奥托传 §6.1-6.5

普拉肯提亚守城战与敌将之争

第 6 段,共 18 段 · 希腊语

内容简介

在普拉肯提亚战役中,奥托的士兵因敌军的侮辱而激愤,并在斯普里纳的指挥下奋勇保全了城市。同时,文中描述了维特里乌斯麾下将领塞奇纳与瓦伦斯的傲慢、贪婪以及他们之间的不和。

§6.1ὤνησε δὲ τὰ πράγματα καὶ Σπουρίναν ἐν τῷ παραυτίκα λοιδορία περὶ Πλακεντίαν γενομένη τῶν στρατιωτῶν, οἱ γὰρ Οὐϊτελλίου τοῖς τείχεσι προσβάλλοντες ἐχλεύαζον τοὺς Ὄθωνος ἑστῶτας παρὰ τὰς ἐπάλξεις, σκηνικοὺς καὶ πυρριχιστὰς καὶ Πυθίων καὶ Ὀλυμπίων θεωρούς, πολέμου δὲ καὶ στρατείας ἀπείρους καὶ ἀθεάτους ἀποκαλοῦντες, καὶ μέγα φρονοῦντας ἐπὶ τῷ γέροντος ἀνόπλου κεφαλὴν ἀποτεμεῖν, τὸν Γάλβαν λέγοντες, εἰς δὲ ἀγῶνα καὶ μάχην ἀνδρῶν οὐκ ἂν ἐκφανῶς καταβάντας.
但在普拉肯提亚附近发生的士兵间的辱骂,在当时却对局势的发展和斯普里纳大有裨益。 因为维特里乌斯的士兵在进攻城墙时,嘲笑那些站在城垛旁的奥托士兵,称他们是戏子、皮里科兵舞的舞者、皮提亚和奥林匹亚运动会的观众,是毫无战争和服役经验、从未见过沙场的人,还嘲讽他们因砍下一个手无寸铁的老人(指加尔巴)的头颅而自命不凡,却绝不敢公开投入到男子汉的竞争与战斗中。
§6.2οὕτω γὰρ ἐταράχθησαν ὑπὸ τούτων τῶν ὀνειδῶν καὶ διεκάησαν ὥστε προσπεσεῖν τῷ Σπουρίνᾳ, δεόμενοι χρῆσθαι καὶ προστάττειν αὐτοῖς, οὐδένα κίνδυνον οὐδὲ πόνον ἀπολεγομένοις.
他们因这些侮辱而深感震动和愤怒,以至于跑到斯普里纳面前,恳求他调遣并命令他们,表示绝不推辞任何危险与劳苦。
ἰσχυρᾶς δὲ συστάσης τειχομαχίας καὶ μηχανημάτων πολλῶν προσαχθέντων ἐκράτησαν οἱ τοῦ Σπουρίνα, καὶ φόνῳ πολλῷ τοὺς ἐναντίους ἀποκρουσάμενοι διετήρησαν ἔνδοξον πόλιν καὶ τῶν Ἰταλῶν οὐδεμιᾶς ἧττον ἀνθοῦσαν.
在一场激烈的攻城战爆发、许多攻城器械被推上前来之后,斯普里纳的士兵赢得了胜利,并在重创和击退敌人后,保全了这座名声显赫、繁荣程度不亚于意大利任何其他城市的都市。
§6.3ἦσαν δὲ καὶ τὰ ἄλλα τῶν Οὐϊτελλίου στρατηγῶν οἱ Ὄθωνος ἐντυχεῖν ἀλυπότεροι καὶ πόλεσι καὶ ἰδιώταις ἐκείνων δὲ Κεκίνας μὲν οὔτε φωνὴν οὔτε σχῆμα δημοτικός, ἀλλʼ ἐπαχθὴς καὶ ἀλλόκοτος, σώματος μεγάλου, Γαλατικῶς ἀναξυρίσι καὶ χειρῖσιν ἐνεσκευασμένος, σημείοις καὶ ἄρχουσι Ῥωμαϊκοῖς διαλεγόμενος.
在其他方面,奥托的将领们也比维特里乌斯的将领更容易让城市和私人感到宽厚。 在后者之中,塞奇纳无论在言谈还是外表上都毫无亲民之态,反而令人反感且怪异,他身材魁梧,穿着高卢式裤子和有袖上衣,并以此对罗马的军旗和长官们发号施令。
§6.4καὶ τὴν γυναῖκα παρέπεμπον αὐτῷ λογάδην ἱππεῖς ὀχουμένην ἵππῳ κεκοσμημένην ἐπιφανῶς.
他的妻子则由精选的骑兵护送,骑着马,装扮得十分显眼。
Φάβιον δὲ Οὐάλεντα τὸν ἕτερον στρατηγὸν οὔτε ἁρπαγαὶ πολεμίων οὔτε κλοπαὶ καὶ δωροδοκίαι παρὰ συμμάχων ἐνεπίμπλασαν χρηματιζόμενον, ἀλλὰ καὶ ἐδόκει διὰ τοῦτο βραδέως ὁδεύων ὑστερῆσαι τῆς προτέρας μάχης.
至于另一位将领法比乌斯·瓦伦斯,无论是对敌人的掠夺,还是来自盟友的盗窃与贿赂,都无法满足他捞取钱财的欲望,人们甚至认为正因如此他才行军缓慢,以至于错过了第一场战斗。
§6.5οἱ δὲ τὸν Κεκίναν αἰτιῶνται, σπεύδοντα τὴν νίκην ἑαυτοῦ γενέσθαι πρὶν ἐκεῖνον ἐλθεῖν, ἄλλοις τε μικροτέροις περιπεσεῖν ἁμαρτήμασι καὶ μάχην οὐ κατὰ καιρὸν οὐδὲ γενναίως συνάψαι, μικροῦ πάντα τὰ πράγματα διαφθείρασαν αὐτοῖς.
而其他人则指责塞奇纳,认为他急于在瓦伦斯赶到之前将胜利据为己有,不仅犯了其他较小的错误,而且在不合时宜的时机进行了一场不体面的战斗,几乎彻底葬送了他们的全部局势。

词汇与语法注释

  1. 6.1λοιδορία ... τῶν στρατιωτῶν — 属格 τῶν στρατιωτῶν 在语境中指辱骂奥托士兵的维特里乌斯士兵,因此应理解为主格性属格。这种“士兵们的辱骂”最终反倒刺激并激励了奥托的士兵。
  2. 6.1οὐκ ἂν ἐκφανῶς καταβάντας — 带有助词 ἄν 的分词 καταβάντας 相当于潜在希求式(οὐκ 连同 ἂν καταβαῖεν)或虚拟过去直陈式(οὐκ ἂν κατέβησαν)的归结从句,表达了敌军嘲讽奥托士兵“绝不敢公开投入”真正战斗的语气。
  3. 6.3ἐντυχεῖν — 此处为说明性不定式(epexegetical infinitive),用以限定和说明比较级形容词 ἀλυπότεροι(较少带来痛苦的、更温和的)的意思,意为“在遭遇/相处时较少带来痛苦”。
  4. 6.5μικροῦ — 属格单数中性形式用作副词,相当于 ὀλίγου δεῖν(或仅作 ὀλίγου),是表示“几乎”、“差一点就……”的惯用表达,修饰其后的分词 διαφθείρασαν。

引用这一段

普鲁塔克, 奥托传 §6.1-6.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg066.humanitext-grc2:6.1-6.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。