§8.1ὁ δὲ Ὄθων παραγενόμενος εἰς Βητριακὸν εἰς τὸ στρατόπεδον ἔστι δὲ πολίχνη πλησίον Κρεμώνης τὸ Βητριακόν ἐβουλεύετο περὶ τῆς μάχης, καὶ Πρόκλῳ μὲν ἐδόκει καὶ Τιτιανῷ, τῶν στρατευμάτων ὄντων προθύμων καὶ προσφάτου τῆς νίκης, διαγωνίσασθαι καὶ μὴ καθῆσθαι τὴν ἀκμὴν ἀμβλύνοντα τῆς δυνάμεως καὶ περιμένοντα Οὐϊτέλλιον αὐτὸν ἐκ Γαλατίας ἐπελθεῖν·
一方,奥托来到贝德里亚库姆的营地(贝德里亚库姆是克雷莫纳附近的一个小镇),商议关于战斗的事宜;在普罗克鲁斯和蒂蒂阿努斯看来,既然军队士气高昂,且胜利是新近取得的,就应当决一死战,而不应坐着不动,以致钝化了军队的锐气,并等待维特里乌斯本人从高卢进军。
§8.2Παυλῖνος δὲ τοῖς μὲν πολεμίοις ἔφη πάντα μεθʼ ὧν μαχοῦνται παρεῖναι, καὶ μηδὲν ἐνδεῖν, Ὄθωνι δὲ τῆς ἤδη παρούσης οὐκ ἐλάττονα προσδόκιμον εἶναι δύναμιν ἐκ Μυσίας καὶ Παννονίας, ἂν τὸν αὑτοῦ περιμένῃ καιρόν, ἀλλὰ μὴ στρατηγῇ πρὸς τὸν τῶν πολεμίων.
但保利努斯说,在敌人那边,他们用以作战的一切都已齐备,一无所缺;而对奥托而言,如果他能等待自己的时机,而不是根据敌人的时机来指挥,那么从默西亚和潘诺尼亚预计还会迎来不亚于现有力量的军势。
§8.3οὐ γὰρ ἀμβλυτέροις γε χρήσεσθαι τότε τοῖς νῦν θαρροῦσιν ἀπʼ ἐλαττόνων, ἂν πλείονας τοὺς ἀγωνιζομένους προσλάβωσιν, ἀλλʼ ἐκ περιουσίας ἀγωνιεῖσθαι· καὶ χωρὶς δὲ τούτου τὴν διατριβὴν εἶναι πρὸς αὐτῶν ἐν ἀφθόνοις πᾶσιν ὄντων, ἐκείνοις δὲ τὸν χρόνον ἀπορίαν παρέξειν τῶν ἀναγκαίων ἐν πολεμίᾳ καθεζομένοις.
因为,如果他们能增添更多的参战者,届时便不会让这些目前因微小优势而怀有信心的人以更迟钝的状态参战,而是会以压倒性的优势来战斗;且除此以外,延宕对他们是有利的,因为他们处于一切充裕之中,而对那些驻扎在敌国土地上的敌人来说,时间会使他们缺乏必需品。
§8.4ταῦτα λέγοντι Παυλίνῳ Μάριος Κέλσος ἐγένετο σύμψηφος.
保利努斯说了这些话后,马里乌斯·凯尔苏斯表示赞同。
Ἄννιος δὲ Γάλλος οὐ παρῆν μέν, ἀλλʼ ἐθεραπεύετο πεπτωκὼς ἀφʼ ἵππου, γράψαντος δὲ Ὄθωνος αὐτῷ συνεβούλευσε μὴ σπεύδειν, ἀλλὰ τὴν ἐκ Μυσίας περιμένειν δύναμιν ἤδη καθʼ ὁδὸν οὖσαν.
安尼乌斯·加卢斯虽不在场(因为他坠马受伤正在接受治疗),但当奥托给他写信时,他建议不要着急,而应等待已经在途中的默西亚军队。
οὐ μὴν ἐπείθετο τούτοις, ἀλλὰ ἐκράτησαν οἱ πρὸς τὴν μάχην παρορμῶντες.
然而,奥托并未听从这些劝告,而是主张战斗的人占了上风。