Humanitext Reader

普鲁塔克 · 奥托传 §5.1-5.6

奥托的备战部署与士兵的不服从

第 5 段,共 18 段 · 希腊语

内容简介

为了应对维特里乌斯军队的逼近,奥托将多拉贝拉隔离,任命萨比努斯为罗马守护者,并在自己留守布里克希卢姆的同时派遣斯普里纳等将领出征;然而,将领们却面临着纪律涣散且傲慢的士兵们的严重不服从。

§5.1ἐπεὶ δὲ τὰς Ἄλπεις κατέχοντες ἤδη προσηγγέλλοντο Κεκίνας καὶ Οὐάλης Οὐϊτελλίῳ στρατηγοῦντες, ἐν Ῥώμῃ Δολοβέλλας, εὐπατρίδης ἀνήρ, ὑποψίαν παρεῖχε τοῖς μισθοφόροις νεώτερα φρονεῖν.
当报称维特里乌斯的部将塞奇纳和瓦伦斯已占领阿尔卑斯山并逼近时,罗马的名门显贵多拉贝拉引起了禁卫军的怀疑,认为他图谋造反。
ἐκεῖνον μὲν οὖν, εἴτε αὐτὸν εἴτε ἄλλον δεδοικώς, εἰς πόλιν Ἀκύνιον παρέπεμψε παραθαρρύνας.
因此,奥托不论是惧怕多拉贝拉本人还是惧怕他人,都在宽慰他之后,将他送往阿奎努姆城。
καταλέγων δὲ τῶν ἐν τέλει συνεκδήμους ἔταξεν ἐν τούτοις καὶ Λεύκιον τὸν Οὐϊτελλίου ἀδελφόν, οὔτε προσθεὶς οὐδὲν οὔτε ἀφελὼν ἧς εἶχε τιμῆς.
在从官员中挑选同行人员时,奥托也将维特里乌斯的兄弟卢基乌斯列入其中,对于卢基乌斯原有的尊荣地位,既没有增加,也没有削减。
§5.2ἰσχυρῶς δὲ καὶ τῆς μητρὸς ἐπεμελήθη τοῦ Οὐϊτελλίου καὶ τῆς γυναικός, ὅπως μηδὲν φοβήσονται περὶ αὑτῶν, τῆς δὲ Ῥώμης φύλακα Φλαούιον Σαβῖνον, ἀδελφὸν Οὐεσπεσιανοῦ, κατέστησεν, εἴτε καὶ τοῦτο πράξας ἐπὶ τιμῇ Νέρωνος παρʼ ἐκείνου γὰρ εἰλήφει τὴν ἀρχὴν ὁ Σαβῖνος, ἀφείλετο δὲ Γάλβας αὐτόν, εἴτε μᾶλλον εὔνοιαν ἐνεδείκνυτο Οὐεσπεσιανῷ καὶ πίστιν αὔξων Σαβῖνον.
奥托还对维特里乌斯的母亲和妻子给予了极大的关照,使她们不用为自己担心,并任命韦斯巴芗的兄长弗拉维乌斯·萨比努斯为罗马的守护者,这或许是为了向尼禄表示敬意——因为萨比努斯曾从尼禄那里获得这一职位,而加尔巴将其剥夺,又或许更多是为了向韦斯巴芗示好,并通过重用萨比努斯来增进彼此的信任。
§5.3αὐτὸς μὲν οὖν ἐν Βριξίλλῳ, πόλει τῆς Ἰταλίας περὶ τὸν Ἠριδανὸν ἀπελείφθη, στρατηγοὺς δὲ τῶν δυνάμεων ἐξέπεμψε Μάριόν τε Κέλσον καὶ Σουητώνιον Παυλῖνον ἔτι τε Γάλλον καὶ Σπουρίναν, ἄνδρας ἐνδόξους, χρήσασθαι δὲ μὴ δυνηθέντας ἐπὶ τῶν πραγμάτων ὡς προῃροῦντο τοῖς ἑαυτῶν λογισμοῖς διʼ ἀταξίαν καὶ θρασύτητα τῶν στρατιωτῶν.
奥托本人则留在了埃里达努斯河畔的意大利城市布里克希卢姆,但他派遣马里乌斯·凯尔苏斯、苏埃托尼乌斯·保利努斯,以及加卢斯和斯普里纳作为军队的将领。 他们都是享有盛名的人物,但由于士兵们的无纪律和傲慢放肆,无法在实际行动中按照自己的筹划和意愿来指挥。
§5.4οὐ γὰρ ἠξίουν ἑτέρων ἀκούειν, ὡς παρʼ αὑτῶν τοῦ αὐτοκράτορος τὸ ἄρχειν ἔχοντος.
因为这些士兵不屑于听从他人的命令,认为皇帝的统治权是从他们自己那里获得的。
ἦν μὲν οὖν οὐδὲ τὰ τῶν πολεμίων ὑγιαίνοντα παντάπασιν οὐδὲ χειροήθη τοῖς ἡγεμόσιν, ἀλλʼ ἔμπληκτα καὶ σοβαρὰ διὰ τὴν αὐτὴν αἰτίαν. οὐ μὴν ἀλλʼ ἐκείνοις ἐμπειρία γε παρῆν τοῦ μάχεσθαι καὶ τὸ κάμνειν ἐθάδες ὄντες οὐκ ἔφευγον,
其实,敌方的情况也绝非完全健康,也并非听命于将领,反而因为同样的原因而显得反复无常和傲慢放肆。
§5.5οὗτοι δὲ μαλακοὶ μὲν ἦσαν ὑπὸ σχολῆς καὶ διαίτης ἀπολέμου, πλεῖστον χρόνον ἐν θεάτροις καὶ πανηγύρεσι καὶ παρὰ σκηνὴν βεβιωκότες, ὕβρει δὲ καὶ κόμπῳ ἐπαμπέχειν ἐβούλοντο, προσποιήσασθαι τὰς λειτουργίας ὡς κρείττονες ἀπαξιοῦντες, οὐχ ὡς ἀδύνατοι φέρειν.
然而,敌军至少拥有战斗经验,习惯于劳苦而不加逃避;而这边的士兵则因闲暇和非军事的生活而软弱无力,他们的大部分时间是在剧场、节日庆典和舞台周边度过的,但他们却企图用傲慢和吹嘘来掩饰这一点,拒绝承担勤务,声称自己高人一等,而不是因为无力承受。
ὁ δὲ Σπουρίνας προσβιαζόμενος αὐτοὺς ἐκινδύνευσε μικρὸν ἐλθόντας ἀνελεῖν αὐτόν.
当斯普里纳试图强迫他们时,他们几乎动手杀了他,使他陷入了极大的危险之中。
§5.6ὕβρεως δὲ καὶ βλασφημίας οὐδεμιᾶς ἐφείσαντο, προδότην καὶ λυμεῶνα τῶν Καίσαρος καιρῶν καὶ πραγμάτων λέγοντες, ἔνιοι δὲ καὶ μεθυσθέντες ἤδη νυκτὸς ἦλθον ἐπὶ τὴν σκηνὴν ἐφόδιον αἰτοῦντες· εἶναι γὰρ αὐτοῖς πρὸς Καίσαρα βαδιστέον, ὅπως ἐκείνου κατηγορήσωσιν.
他们毫不保留任何侮辱和诽谤,称他是凯撒大局和事业的叛徒与破坏者;有些人甚至在夜里喝醉了酒来到他的帐篷,索要旅费,声称他们必须到凯撒那里去控告他。

词汇与语法注释

  1. §5.1προσηγγέλλοντο — 该动词在被动语态中作为个人结构(personal construction)发挥作用,携带主格分词 `κατέχοντες`(占领)和 `στρατηγοῦντες`(指挥),意为“他们被报称正……”。这种结构代替了非人称的 `προσηγγέλλετο ὅτι...`,以便将强调的中心放在主语(塞奇纳和瓦伦斯)上。
  2. §5.4ὡς παρʼ αὑτῶν τοῦ αὐτοκράτορος τὸ ἄρχειν ἔχοντος — 接在前面的 `ὡς` 引导属格绝对结构(`τοῦ αὐτοκράτορος ... ἔχοντος`)。这是一种常见的希腊语语法结构,用以表示主句主语(士兵们)自己主张或相信的主观理由(“由于……”或“声称……”)。
  3. §5.6εἶναι γὰρ αὐτοῖς πρὸς Καίσαρα βαδιστέον — 在由 `γάρ` 引导的间接引语(士兵不服从命令的辩解)中,存在动词 `εἶναι` 与动形容词 `βαδιστέον`(必须去)连用。该动形容词呈非人称用法,与格 `αὐτοῖς`(他们)表示动作的主体。整句表示他们声称“因为他们必须去凯撒那里”。

引用这一段

普鲁塔克, 奥托传 §5.1-5.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg066.humanitext-grc2:5.1-5.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。