§17.1ἤδη δὲ ἑσπέρας οὔσης ἐδίψησε, καὶ πιὼν ὀλίγον ὕδατος, δυεῖν ὄντων αὐτῷ ξιφῶν, ἑκατέρου κατεμάνθανε τὸ σπάσμα πολὺν χρόνον, καὶ τὸ ἕτερον ἀπέδωκε, θάτερον δὲ εἰς τὰς ἀγκάλας ἀναλαβὼν τοὺς οἰκέτας προσεκαλεῖτο.
此时已是傍晚,他感到口渴,便喝了少许水。 他身边有两把剑,他花了很多时间仔细端详每一把的刃口,随后退还了一把,而将另一把抱在怀中,并召来了仆人们。
καὶ φιλοφρονούμενος διένεμε τῶν χρημάτων τῷ μὲν πλέον, τῷ δὲ ἔλαττον, οὐχ ὥσπερ ἀλλοτρίων ἀφειδῶν, ἀλλὰ τὸ κατʼ ἀξίαν καὶ τὸ μέτριον ἐπιμελῶς φυλάττων.
他亲切地分发钱财,给一些人多些,给另一些人少些,并不像挥霍他人的财物那样,而是细心地保持着适度与应得的分寸。
§17.2ἀποπέμψας δὲ τούτους ἤδη τὸ λοιπὸν ἀνεπαύετο τῆς νυκτός, ὥστε τοὺς κατευναστὰς αἰσθάνεσθαι βαθέως αὐτοῦ καθεύδοντος.
打发走他们后,他在夜里剩下的时间里休息,以至于守夜的人都察觉到他睡得很香。
ὄρθρου δὲ καλέσας ἀπελεύθερον ᾧ συνδιῴκησε τὰ περὶ τοὺς συγκλητικούς, μαθεῖν προσέταξε καὶ πυθόμενος γεγονέναι τοῖς ἀπερχομένοις ὧν ἕκαστος ἔχρῃζεν,
ἴθι τοίνυν,
ἔφη,
σύ, καὶ ποίει τοῖς στρατιώταις ἐμφανῆ σεαυτόν, εἰ μὴ θέλεις κακῶς ὑπʼ αὐτῶν ἀποθανεῖν ὡς ἐμοὶ συμπράξας τὸν θάνατον.
黎明时分,他召来了一位曾与他一同处理元老院议员事务的获释奴隶,命他去打听消息。 得知那些离去的人都已得到了各自所需的安置后,他便说:“那么,去吧,去让士兵们看见你,除非你想被他们惨杀,被怀疑是协助我自尽的人。
§17.3ἐξελθόντος δὲ τοῦ ἀνθρώπου τὸ ξίφος ὑποστήσας ὀρθὸν ἀμφοτέραις ταῖς χερσί, καὶ περιπεσὼν ἄνωθεν, ὅσον ἅπαξ στενάξαι μόνον ᾔσθετο τοῦ πόνου καὶ τοῖς ἐκτὸς αἴσθησιν παρέσχεν.
” 在那人出去之后,他双手将剑顶住直立,然后从上面扑倒在剑上。 他只感到一声呻吟那么长久的痛苦,便让门外的人察觉到了他的死讯。
ἀραμένων δὲ τῶν παίδων οἰμωγὴν εὐθὺς ἅπαν τὸ στρατόπεδον καὶ τὴν πόλιν ἐπεῖχε κλαυθμός·
仆人们一哭号,顿时整个营地和城市都充满了哭声。
καὶ μετὰ βοῆς οἱ στρατιῶται εἰσέπεσον ἐπὶ τὰς θύρας καὶ ὠλοφύροντο, περιπαθοῦντες καὶ λοιδοροῦντες ἑαυτοὺς μὴ φυλάξαντας τὸν αὐτοκράτορα μηδὲ κωλύσαντας ἀποθανεῖν ὑπὲρ αὐτῶν.
士兵们高声呼喊着涌向门口,悲恸不已,并纷纷责怪自己没有守护好皇帝,也没有阻止他为他们而死。
§17.4ἀπέστη δὲ οὐδεὶς τῶν κατʼ αὐτόν, ἐγγὺς ὄντων τῶν πολεμίων, ἀλλὰ κοσμήσαντες τὸ σῶμα καὶ πυρὰν κατασκευάσαντες ἐξεκόμιζον ἐν τοῖς ὅπλοις οἱ φθάσαντες ὑποδῦναι καὶ βαστάσαι τὸ λέχος ἐπιγαυρούμενοι.
尽管敌人已经逼近,但他的身边没有任何人离去。 相反,他们装殓了遗体,架起了火葬柴堆,那些抢先钻到担架下抬起灵柩的人感到无比自豪,全副武装地将遗体抬了出去。
τῶν δὲ ἄλλων οἱ μὲν τὸ τραῦμα τοῦ νεκροῦ κατεφίλουν προσπίπτοντες, οἱ δὲ ἥπτοντο τῶν χειρῶν, οἱ δὲ προσεκύνουν πόρρωθεν.
至于其他人,有的扑上前亲吻死者的伤口,有的握住他的手,有的则在远处顶礼膜拜。
ἔνιοι δὲ τῇ πυρᾷ λαμπάδας ὑφέντες ἑαυτοὺς ἀπέσφαξαν, οὐδὲν ἐκδήλως οὔτε πεπονθότες χρηστὸν ὑπὸ τοῦ τεθνηκότος οὔτε πείσεσθαι δεινὸν ὑπὸ τοῦ κρατοῦντος δεδιότες.
还有一些人在用火把点燃柴堆后自刎身亡,他们既没有明显地从死者那里得到过什么恩惠,也并非害怕从胜利者那里遭受什么可怕的惩罚。
§17.5ἀλλʼ ἔοικε μηδενὶ τῶν πώποτε τυράννων ἢ βασιλέων δεινὸς οὕτως ἔρως ἐγγενέσθαι καὶ περιμανὴς τοῦ ἄρχειν, ὡς ἐκεῖνοι τοῦ ἄρχεσθαι καὶ ὑπακούειν Ὄθωνος ἠράσθησαν οὕς γε μηδʼ ἀποθανόντος ὁ πόθος προὔλιπεν, ἀλλὰ παρέμεινεν εἰς ἀνήκεστον ἔχθος Οὐϊτελλίῳ τελευτήσας.
然而,似乎在历史上的任何篡主或国王身上,都不曾产生过如此强烈而狂热的统治欲望,正如那些人渴望被奥托统治并服从他一样。 即使在他死后,他们的思慕也未曾离去,而是最终化作对维特里乌斯无可挽回的仇恨而存留下来。