§18.1τὰ μὲν οὖν ἄλλα καιρὸν οἰκεῖον ἔχει λεχθῆναι·
至于其他的事,另有适宜的时机来谈论。
κρύψαντες δὲ τῇ γῇ τὰ λείψανα τοῦ Ὄθωνος οὔτε μεγέθει σήματος οὔτʼ ἐπιγραφῆς ὄγκῳ τὸν τάφον ἐποίησαν ἐπίφθονον.
他们将奥托的遗骨葬入土中,并没有因墓冢的庞大或碑文的华丽而使这座坟墓招致嫉恨。
εἶδον δὲ ἐν Βριξίλλῳ γενόμενος καὶ μνῆμα μέτριον καὶ τὴν ἐπιγραφὴν οὕτως ἔχουσαν, εἰ μεταφρασθείη· δηλώσει Μάρκου Ὄθωνος.
我曾去过布里克希鲁姆,亲眼看见过一座简朴的纪念碑,其碑文翻译过来是这样的:\n“以示马尔库斯·奥托。
§18.2ἀπέθανε δὲ Ὄθων ἔτη μὲν ἑπτὰ καὶ τριάκοντα βιώσας, ἄρξας δὲ τρεῖς μῆνας, ἀπολιπὼν δὲ μὴ χείρονας μηδʼ ἐλάττους τῶν τὸν βίον αὐτοῦ ψεγόντων τούς ἐπαινοῦντας τὸν θάνατον, βιώσας γὰρ οὐδὲν ἐπιεικέστερον Νέρωνος ἀπέθανεν εὐγενέστερον.
”\n 奥托活了三十七岁,统治了三个月后死去。 他留下那些赞美他死的人,其品质与数量均不亚于指责他生的人。 因为他虽然活得并不比尼禄更体面,却死得比他高贵。
§18.3οἱ δὲ στρατιῶται Πολλίωνος τοῦ ἑτέρου τῶν ἐπάρχων ὀμνύειν εὐθὺς εἰς τὸν Οὐϊτέλλιον κελεύσαντος ἐδυσχέραινον·
\n 然而,当两位近卫长官中的另一位波利奥命令士兵们立即向维特里乌斯宣誓效忠时,士兵们感到十分不满。
καὶ πυθόμενοι τῶν συγκλητικῶν ἐνίους ἔτι παρεῖναι τούς μὲν ἄλλους ἀφῆκαν, Οὐεργινίῳ δὲ Ῥούφῳ πράγματα παρεῖχον ἅμα τοῖς ὅπλοις ἐλθόντες ἐπὶ τὴν οἰκίαν καὶ κατακαλοῦντες αὖθις καὶ κελεύοντες ἄρχειν ἢ πρεσβεύειν ὑπὲρ αὐτῶν.
得知元老院议员中仍有一些人留在那里后,他们放过了其他人,却给维尔吉尼乌斯·鲁弗斯带来了麻烦,他们拿着武器涌向他的住宅,反复叫他出来,命令他要么进行统治,要么代表他们前去出使。
§18.4ὁ δὲ τὴν ἡγεμονίαν ἡττωμένων παραλαβεῖν, νενικηκότων πρότερον μὴ θελήσας, μανικὸν ἡγεῖτο πρεσβεύειν δὲ πρὸς τούς Γερμανοὺς δεδιώς, πολλὰ βεβιάσθαι παρὰ γνώμην ὑπʼ αὐτοῦ δοκοῦντας, ἔλαθε διʼ ἑτέρων θυρῶν ἐκποδὼν ποιήσας ἑαυτόν.
\n 但他认为,既然先前在胜者提议时他都不愿接受帝国,如今从败者手中接管统治权更是疯狂之举;同时他也害怕出使德意志军团,因为对方认为曾被他强迫违心做了许多事。 于是,他悄悄从另一扇门溜走了。
ὡς δὲ τοῦτο ἔγνωσαν οἱ στρατιῶται, τούς τε ὅρκους ἐδέξαντο καὶ τοῖς περὶ τὸν Κεκίναν προσέθεντο συγγνώμης τυχόντες.
士兵们得知此事后,便接受了誓言,并得到了宽恕,归顺了塞奇纳的一派。