§16.1τοιαῦτα διαλεχθείς, καὶ πρὸς τούς ἐνίστασθαι καὶ παρακαλεῖν ἐπιχειροῦντας ἀπισχυρισάμενος, τούς τε φίλους ἐκέλευεν ἀπαλλάττεσθαι καὶ τῶν συγκλητικῶν τούς παρόντας·
说完这些话,并对那些企图阻拦和劝说他的人坚决拒绝后,他命令他的朋友们以及在场的元老院议员们离去。
τοῖς δὲ μὴ παροῦσιν ἐπέστελλε καὶ γράμματα πρὸς τὰς πόλεις, ὅπως παρακομισθῶσιν ἐντίμως καὶ μετὰ ἀσφαλείας.
对于不在场的人,他还给各城市写了信,以便他们能够体面且安全地被送达。
§16.2προσαγόμενος δὲ τὸν ἀδελφιδοῦν Κοκκήϊον, ἔτι μειράκιον ὄντα, θαρρεῖν παρεκάλει καὶ μὴ δεδιέναι Οὐϊτέλλιον, οὗ καὶ μητέρα καὶ γενεὰν καὶ γυναῖκα αὐτός, ὥσπερ οἰκείων κηδόμενος, διαφυλάξαι.
他把还是个少年的外甥科克尤斯叫到身边,勉励他要勇敢,不要害怕维特里乌斯,并解释说他自己曾像照顾自己的亲人一样,保护了维特里乌斯的母亲、家属和妻子。
διὰ τοῦτο γὰρ οὐδὲ θέσθαι παῖδα βουλόμενος αὐτόν, ἀλλʼ ἀναβαλέσθαι τὴν εἰσποίησιν, ὅπως συνάρχοι κρατήσαντος αὐτοῦ, μὴ προσαπόλοιτο πταίσαντος·
正是因为这个缘故,他甚至不想收他为养子,而是推迟了收养,以便在自己获胜时能让他共同执政,但在自己失败时免于一同毁灭。
ἐκεῖνο δέ,
εἶπεν,
ὦ παῖ, παρεγγυῶμαί σοι τελευταῖον, μήτε ἐπιλαθέσθαι παντάπασι μήτε ἄγαν μνημονεύειν ὅτι Καίσαρα θεῖον ἔσχες.
“孩子,” 他说道, “这是我给你的最后一项嘱托:既不要完全忘记,也不要过分记住你曾有一位身为凯撒的叔父。
§16.3γενόμενος δὲ ἀπὸ τούτων μετὰ μικρὸν ἤκουσε θορύβου καὶ βοῆς ἐπὶ θύραις, οἱ γὰρ στρατιῶται τῶν συγκλητικῶν τοῖς ἀπιοῦσι διηπείλουν ἀποσφάξειν, εἰ μὴ παραμενοῦσιν, ἀλλὰ οἰχήσονται τὸν αὐτοκράτορα καταλιπόντες.
” 处理完这些事情后不久,他听到门口传来一阵骚乱和喊叫声,因为士兵们威胁要杀掉那些正要离去的元老院议员,如果他们不留下来,而是要抛下皇帝离去。
πάλιν οὖν προῆλθεν ὑπὲρ τῶν ἀνδρῶν φοβηθείς, καὶ τούς στρατιώτας, οὐκέτι δεητικὸς οὐδὲ πρᾷος, ἀλλὰ τραχὺς ὀφθείς, καὶ μετʼ ὀργῆς εἰς τὸ θορυβοῦν μάλιστα διαβλέψας, ἀπελθεῖν ἐποίησεν εἴξαντας καὶ διατρέσαντας.
于是,由于担心这些人的安全,他再次走了出去,他对士兵们显露出的不再是哀求或温和,而是严厉,他带着怒气凝视着那些最喧闹的人,使他们屈服并惊恐退去。