§16.1τοιαῦτα διαλεχθείς, καὶ πρὸς τούς ἐνίστασθαι καὶ παρακαλεῖν ἐπιχειροῦντας ἀπισχυρισάμενος, τούς τε φίλους ἐκέλευεν ἀπαλλάττεσθαι καὶ τῶν συγκλητικῶν τούς παρόντας·
Having spoken thus, and having firmly refused those who attempted to oppose him and exhort him to stay, he ordered his friends and those of the senators who were present to depart.
τοῖς δὲ μὴ παροῦσιν ἐπέστελλε καὶ γράμματα πρὸς τὰς πόλεις, ὅπως παρακομισθῶσιν ἐντίμως καὶ μετὰ ἀσφαλείας.
For those who were not present, he also wrote letters to the cities, so that they might be escorted honorably and in safety.
§16.2προσαγόμενος δὲ τὸν ἀδελφιδοῦν Κοκκήϊον, ἔτι μειράκιον ὄντα, θαρρεῖν παρεκάλει καὶ μὴ δεδιέναι Οὐϊτέλλιον, οὗ καὶ μητέρα καὶ γενεὰν καὶ γυναῖκα αὐτός, ὥσπερ οἰκείων κηδόμενος, διαφυλάξαι.
And drawing to himself his nephew Cocceius, who was still a youth, he exhorted him to be of good courage and not to fear Vitellius, explaining that he himself had protected Vitellius’ mother, family, and wife as if caring for his own relatives.
διὰ τοῦτο γὰρ οὐδὲ θέσθαι παῖδα βουλόμενος αὐτόν, ἀλλʼ ἀναβαλέσθαι τὴν εἰσποίησιν, ὅπως συνάρχοι κρατήσαντος αὐτοῦ, μὴ προσαπόλοιτο πταίσαντος· ἐκεῖνο δέ,
εἶπεν,
ὦ παῖ, παρεγγυῶμαί σοι τελευταῖον, μήτε ἐπιλαθέσθαι παντάπασι μήτε ἄγαν μνημονεύειν ὅτι Καίσαρα θεῖον ἔσχες. §16.3γενόμενος δὲ ἀπὸ τούτων μετὰ μικρὸν ἤκουσε θορύβου καὶ βοῆς ἐπὶ θύραις, οἱ γὰρ στρατιῶται τῶν συγκλητικῶν τοῖς ἀπιοῦσι διηπείλουν ἀποσφάξειν, εἰ μὴ παραμενοῦσιν, ἀλλὰ οἰχήσονται τὸν αὐτοκράτορα καταλιπόντες.
For this very reason, indeed, he had not wished to adopt him as a son, but had postponed the adoption, so that he might rule jointly with him if Otho conquered, but might not perish with him if he failed. “And this, my boy,” he said, “is my last charge to you: neither to forget entirely, nor to remember too much, that you had Caesar as an uncle.” Having finished these matters, after a short time he heard a disturbance and shouting at the doors; for the soldiers were threatening to slaughter the departing senators if they did not remain but should go away leaving the Emperor.
πάλιν οὖν προῆλθεν ὑπὲρ τῶν ἀνδρῶν φοβηθείς, καὶ τούς στρατιώτας, οὐκέτι δεητικὸς οὐδὲ πρᾷος, ἀλλὰ τραχὺς ὀφθείς, καὶ μετʼ ὀργῆς εἰς τὸ θορυβοῦν μάλιστα διαβλέψας, ἀπελθεῖν ἐποίησεν εἴξαντας καὶ διατρέσαντας.
Therefore, fearing for the men, he went out again, and appearing to the soldiers no longer supplicating or mild, but harsh, and looking with anger especially at the most turbulent, he made them yield and disperse in fear, and depart.