Humanitext Reader

普鲁塔克 · 奥托传 §15.1-15.6

士兵效忠的恳求与奥托赴死的决心

第 15 段,共 18 段 · 希腊语

内容简介

战败的消息传开后,奥托的士兵们展现出惊人的忠诚,恳求他继续战斗;然而,奥托为了防止内战继续蔓延、拯救国家,宣布了自己高尚赴死的决心。

§15.1τῷ δὲ Ὄθωνι πρῶτον μὲν ἀσαφής, ὥσπερ εἴωθε περὶ τῶν τηλικούτων, προσέπεσε λόγος· ἐπεὶ δὲ καὶ τετρωμένοι τινὲς ἧκον ἐκ τῆς μάχης ἀπαγγέλλοντες, τοὺς μὲν φίλους ἧττον ἄν τις ἐθαύμασεν οὐκ ἐῶντας ἀπαγορεύειν, ἀλλὰ θαρρεῖν παρακελευομένους, τὸ δὲ τῶν στρατιωτῶν πάθος ἅπασαν ὑπερέβαλε πίστιν.
对奥托而言,起初传来的只是模糊的谣言,正如这类重大事件中常有的那样;但当一些负伤的人也从战场上回来报告情况时,他的朋友们不容他放弃、反而劝勉他重振作,这倒不那么令人惊异;然而士兵们的热忱超越了一切难以置信。
ὡς οὐδεὶς ἀπῆλθεν, §15.2οὐδὲ μετέστη πρὸς τοὺς κρατοῦντας, οὐδʼ ὤφθη τὸ καθʼ αὑτὸν ζητῶν ἀπεγνωσμένου τοῦ ἡγεμόνος, πάντες δʼ ὁμαλῶς ἐπὶ θύρας ἦλθον, ἐκάλουν αὐτοκράτορα, προελθόντος ἐγίνοντο προστρόπαιοι, μετὰ βοῆς καὶ ἱκεσίας χειρῶν ἥπτοντο, προσέπιπτον, ἐδάκρυον, ἐδέοντο μὴ σφᾶς ἐγκαταλιπεῖν, μὴ προδοῦναι τοῖς πολεμίοις, ἀλλὰ χρῆσθαι μέχρι ἂν ἐμπνέωσι καὶ ψυχαῖς καὶ σώμασιν ὑπὲρ αὑτοῦ, ταῦτα ὁμοῦ πάντες ἱκέτευον.
因为没有一个人离开,也没有倒向胜利者,在首领陷入绝境时,也看不见有谁在谋求个人的私利,而是全都一样来到门口,呼唤皇帝,当他走出来时,他们便成了恳求者,伴随着呼喊和祈求,拉住他的手,俯伏在地,痛哭流涕,乞求他不要抛弃他们,不要将他们出卖给敌人,而是只要他们还有一口气,就为他效力,奉献灵魂与肉体。 所有人都在一起这样恳求着。
§15.3εἷς δὲ τῶν ἀφανεστέρων ἀνατείνας τὸ ξίφος καὶ εἰπών, ἴσθι, Καῖσαρ, οὕτως ὑπὲρ σοῦ παρατεταγμένους ἅπαντας, ἀπέσφαξεν ἑαυτόν.
一名普通士兵拔出剑来,说道: “凯撒,你要知道,我们所有人都是这样为你严阵以待的! ” 随即便自刎了。
ἀλλὰ τούτων οὐδὲν ἐπέκλασε τὸν Ὄθωνα, φαιδρῷ δὲ καὶ καθεστῶτι προσώπῳ πανταχόσε τὰς ὄψεις περιαγαγών, ταύτην, εἶπεν, ὦ συστρατιῶται, τὴν ἡμέραν ἐκείνης, ἐν ᾗ με πρῶτον ἐποιήσατε αὐτοκράτορα, μακαριωτέραν ἡγοῦμαι, τοιούτους ὁρῶν ὑμᾶς καὶ τηλικούτων ἀξιούμενος.
然而,这一切都没有动摇奥托的决心,他带着开朗而沉着的面容,将目光投向四周,说道: “战友们,看到你们如此,并被你们视作配受如此厚恩的人,我认为今天比起你们最初立我为皇帝的那一天,是更加幸福的一天。
§15.4ἀλλὰ μὴ μείζονος ἀποστερεῖτε, τοῦ καλῶς ἀποθανεῖν ὑπὲρ τοσούτων καὶ τοιούτων πολιτῶν, εἰ τῆς Ῥωμαίων ἡγεμονίας ἄξιος γέγονα, δεῖ με τῆς ἐμῆς ψυχῆς ὑπὲρ τῆς πατρίδος ἀφειδεῖν.
但不要剥夺我更大的荣幸,即为这么多、这么优秀的公民高尚地死去。 如果我配得上罗马的统治权,我就必须为祖国而不惜献出我的生命。
οἶδα τὴν νίκην τοῖς ἐναντίοις οὔτε βεβαίαν οὔτε ἰσχυρὰν οὖσαν.
我知道,对手的胜利既不稳固,也不强大。
ἀπαγγέλλουσι τὴν ἐκ Μυσίας ἡμῶν δύναμιν οὐ πολλῶν ἡμερῶν ὁδὸν ἀπέχειν, ἤδη καταβαίνουσαν ἐπὶ τὸν Ἀδρίαν.
人们报告说,我们来自默西亚的军队离这里只有几天的路程,已经向亚得里亚海开来。
§15.5Ἀσία καὶ Συρία καὶ Αἴγυπτος καὶ τὰ πολεμοῦντα Ἰουδαίοις στρατεύματα μεθʼ ἡμῶν, ἥ τε σύγκλητος παρʼ ἡμῖν καί τέκνα τῶν ἐναντίων καὶ γυναῖκες, ἀλλʼ οὐκ ἔστι πρὸς Ἀννίβαν οὐδὲ Πύρρον οὐδὲ Κίμβρους ὁ πόλεμος ὑπὲρ τῆς Ἰταλίας, ἀλλὰ Ῥωμαίοις πολεμοῦντες ἀμφότεροι τὴν πατρίδα καὶ νικῶντες ἀδικοῦμεν καὶ νικώμενοι.
亚细亚、叙利亚、埃及以及正在犹太作战的军队都与我们同在,元老院也在我们这一边,还有敌人的子女和妻子。 然而,这场战争并不是为了意大利而对抗汉尼拔、皮洛士或辛布里人,相反,由于双方都是罗马人互相残杀,无论是胜是败,我们都在伤害自己的祖国。
καὶ γὰρ τὸ ἀγαθὸν τοῦ κρατοῦντος ἐκείνῃ κακόν ἐστι.
因为即使是胜利者的利益,对祖国而言也是一场灾难。
§15.6πιστεύσατε πολλάκις ὅτι δύναμαι κάλλιον ἀποθανεῖν ἢ ἄρχειν.
请深信,我能以一种比统治更显高尚的方式死去。
οὐ γὰρ ὁρῶ τί τηλικοῦτον Ῥωμαίοις ὄφελος ἔσομαι κρατήσας, ἡλίκον ἐπιδοὺς ἐμαυτὸν ὑπὲρ εἰρήνης καὶ ὁμονοίας, καὶ τοῦ μὴ πάλιν ἡμέραν τοιαύτην ἐπιδεῖν τὴν Ἰταλίαν.
因为我不明白,我若获胜,能给罗马人带来什么样巨大的益处,才能比得上我为了和平与和睦献出自己,以及为了使意大利不再重见这样的日子所带来的益处。 ”

词汇与语法注释

  1. §15.1ἧττον ἄν τις ἐθαύμασεν — 由 ἄν 加上直说过去时(ἐθαύμασεν)构成的过去推测表达,意为“人们或许不会那么惊讶”。它构成了主句,用以将朋友们的心态(τοὺς μὲν φίλους)与士兵们惊人的热忱(τὸ δὲ τῶν στρατιωτῶν πάθος)进行对比。
  2. §15.3ἴσθι ... παρατεταγμένους — 命令式 ἴσθι(动词 οἶδα“知道”的第二人称单数命令式)后面接的是“宾格+分词”结构(παρατεταγμένους ἅπαντας),而非 ὅτι 从句。这是知觉动词的典型用法,表示“要知晓所有人都是这样严阵以待的”。
  3. §15.4τοῦ καλῶς ἀποθανεῖν — 动词 ἀποστερεῖτε(意为“剥夺、夺去”)除了直接宾语(即省略的代词宾格 μεῖζον,意为“更大的事物”)之外,还带有一个属格(在此为不定式短语 τοῦ καλῶς ἀποθανεῖν,意为“高尚地死去”),用作剥夺/分离属格。
  4. §15.6ἡλίκον — 与前文的关联词 τί τηλικοῦτον(“多么巨大的……”)相呼应的关系代词。其后的分词短语 ἐπιδοὺς ἐμαυτὸν...(“通过奉献我自己……”)构成了比较的实质内容,表示“我若获胜所能带给罗马人的益处,比不上我为和平献出自己所带给他们的益处”。

引用这一段

普鲁塔克, 奥托传 §15.1-15.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg066.humanitext-grc2:15.1-15.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。