Humanitext Reader

普鲁塔克 · 奥托传 §13.1-13.7

奥托军议和与贝德里亚库姆的归降

第 13 段,共 18 段 · 希腊语

内容简介

奥托的将领和领袖们决定与维特里乌斯军队进行和平谈判,以避免公民遭受更多杀戮,并派出了谋求和解的使者。尽管途中发生了短暂的冲突,但谈判最终成功,贝德里亚库姆的士兵们未再抵抗便归顺了维特里乌斯。

§13.1τῶν δὲ στρατηγῶν οὔτε Πρόκλος οὔτε Παυλῖνος συνεισελθεῖν ἐτόλμησαν, ἀλλʼ ἐξέκλιναν φοβούμενοι τοὺς στρατιώτας ἤδη τὴν αἰτίαν ἐπὶ τοὺς στρατηγοὺς τρέποντας.
而在将领中,普罗克鲁斯和保利努斯都没有勇气一同进入营地,而是由于害怕士兵将责任归咎于将领,便避开了。
Ἄννιος δὲ Γάλλος ἀνελάμβανεν ἐν τῇ πόλει καὶ παρεμυθεῖτο τοὺς ἐκ τῆς μάχης συλλεγομένους, ὡς ἀγχωμάλου γεγενημένης καὶ πολλοῖς κεκρατηκότας μέρεσι τῶν πολεμίων.
而安尼乌斯·加鲁斯在城内接纳并安抚那些从战场上聚集而来的人,说战斗是互有胜负的,而且他们在很多地方都击败了敌人。
§13.2Μάριος δὲ Κέλσος τοὺς ἐν τέλει συναγαγὼν ἐκέλευσε σκοπεῖν τὸ κοινόν, ὡς ἐπὶ συμφορᾷ τηλικαύτῃ καὶ φόνῳ τοσούτῳ πολιτῶν μηδὲ Ὄθωνος, εἴπερ ἀνὴρ ἀγαθός ἐστιν, ἐθελήσοντος ἔτι πειρᾶσθαι τῆς τύχης, ὅπου καὶ Κάτων καὶ Σκηπίων, Καίσαρι κρατοῦντι μετὰ Φάρσαλον εἶξαι μὴ θελήσαντες, αἰτίαν ἔχουσιν ὡς πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἐν Λιβύῃ παραναλώσαντες οὐκ ἀναγκαίως, καίπερ ἀγωνιζόμενοι περὶ τῆς Ῥωμαίων ἐλευθερίας.
马略·凯尔苏斯召集了官员们,敦促他们考虑公共利益,因为面对如此巨大的灾难和如此多公民的杀戮,即使是奥托,如果他是一个高尚的人,也不会再愿意去碰运气,毕竟连卡托和西庇阿,由于在法萨卢斯之后不愿屈服于胜利的恺撒,虽然是为了罗马人的自由而战,却也被指责在利比亚无谓地牺牲了许多高尚的人。
§13.3τὰ γὰρ ἄλλα κοινὴν ἡ τύχη παρέχουσα πᾶσιν ἑαυτὴν ἓν οὐκ ἀφαιρεῖται τῶν ἀγαθῶν, τὸ κἂν πταίσωσιν εὐλογιστεῖν πρὸς τὰ συντυγχάνοντα.
因为命运在其他方面虽然对所有人都是平等的,却不会夺走高尚之人的一个特质,那就是即使他们遭受挫折,也能针对所发生的事态进行理智的思考。
ταῦτα λέγων ἔπειθε τοὺς ἡγεμονικούς, ἐπεὶ δὲ πειρώμενοι τοὺς στρατιώτας ἑώρων εἰρήνης δεομένους καὶ Τιτιανὸς ἐκέλευε πρεσβεύειν ὑπὲρ ὁμονοίας, ἔδοξε Κέλσῳ καὶ Γάλλῳ βαδίζειν καὶ διαλέγεσθαι τοῖς περὶ τὸν Κεκίναν καὶ Οὐάλεντα.
他用这些话劝服了领袖们;而当他们试探时,发现士兵们正企求和平,且蒂蒂亚努斯也命令派使者为和解进行谈判,凯尔苏斯和加鲁斯便决定前去与塞奇纳和瓦伦斯一行人进行商谈。
§13.4βαδίζουσι δὲ αὐτοῖς ἀπήντησαν ἑκατοντάρχαι τὴν μὲν δύναμιν ἤδη κεκινημένην λέγοντες ἐρχομένην ἐπὶ τὸ Βητριακόν, αὐτοὶ δὲ ὑπὸ τῶν στρατηγῶν ἀπεστάλθαι περὶ ὁμονοίας, ἐπαινέσαντες οὖν οἱ περὶ τὸν Κέλσον ἐκέλευσαν αὐτοὺς ἀναστρέψαντας πάλιν ἀπαντᾶν μετʼ αὐτῶν τοῖς περὶ τὸν Κεκίναν.
在他们前行时,百夫长们迎面而来,说军队已经动身前往贝德里亚库姆,而他们自己则是被将领们派来谋求和解的。 于是凯尔苏斯一行人赞赏了他们,并命令他们折返回去,与他们一同去再次会晤塞奇纳一行人。
ἐπεὶ δὲ ἐγγὺς ἦσαν, ἐκινδύνευσεν ὁ Κέλσος.
然而当他们接近时,凯尔苏斯陷入了危险。
ἔτυχον γὰρ οἱ περὶ τὴν ἐνέδραν ἡττημένοι πρότερον ἱππεῖς προεξελαύνοντες.
因为之前在埋伏中战败的那些骑兵,正好作为前锋骑行在最前面。
§13.5ὡς οὖν προσιόντα τὸν Κέλσον κατεῖδον, εὐθὺς βοήσαντες ὥρμησαν ἐπ αὐτόν, οἱ δὲ ἑκατοντάρχαι προέστησαν ἀνείργοντες· καὶ τῶν ἄλλων λοχαγῶν φείδεσθαι βοώντων οἱ περὶ τὸν Κεκίναν πυθόμενοι καὶ προσελάσαντες τὴν ἀκοσμίαν ταχὺ τῶν ἱππέων ἔπαυσαν, τὸν δὲ Κέλσον ἀσπασάμενοι φιλοφρόνως ἐβάδιζον μετʼ αὐτῶν εἰς τὸ Βητριακόν.
因此,当他们望见凯尔苏斯走来时,立刻大声叫喊着朝他冲去,但百夫长们挺身挡在前面,将他们拦阻;且在其他军官大喊着予以宽大时,塞奇纳一行人得知了此事并策马赶来,迅速制止了骑兵们的无秩序行为,并亲切地问候了凯尔苏斯,然后与他们一同前往贝德里亚库姆。
§13.6ἐν δὲ τούτῳ μετάνοια Τιτιανὸν ἔσχεν ἐκπέμψαντα τοὺς πρέσβεις· καὶ τῶν στρατιωτῶν τοὺς θρασυνομένους αὖθις ἀνεβίβαζεν ἐπὶ τὰ τείχη καὶ τοὺς ἄλλους παρεκάλει βοηθεῖν.
在此期间,蒂蒂亚努斯因派出了使者而感到后悔;他又让士兵中那些胆大逞能的人登上城墙,并号召其他人协助防守。
τοῦ δὲ Κεκίνα προσελάσαντος τῷ ἵππῳ καὶ τὴν δεξιὰν ὀρέγοντος οὐδεὶς ἀντέσχεν, ἀλλʼ οἱ μὲν ἀπὸ τῶν τειχῶν ἠσπάζοντο τοὺς στρατιώτας, οἱ δὲ τὰς πύλας ἀνοίξαντες ἐξῄεσαν καὶ ἀνεμίγνυντο τοῖς προσήκουσιν.
然而当塞奇纳策马走近并伸出右手时,没有人继续抵抗,相反,城墙上的人向士兵们打招呼,而其他人则打开城门走了出去,与到来的人混在一起。
§13.7ἠδίκει δὲ οὐδείς, ἀλλὰ καὶ φιλοφροσύναι καὶ δεξιώσεις ἦσαν, ὤμοσαν δὲ πάντες περὶ τοῦ Οὐϊτελλίου καὶ προσεχώρησαν.
没有人受到伤害,反而充满了友好与握手致意,所有人都在誓言效忠维特里乌斯之后归顺了。

词汇与语法注释

  1. 13.1ὡς ἀγχωμάλου γεγενημένης — 连词 `ὡς` 与独立属格(省略了 `τῆς μάχης`)连用,表示主语(安尼乌斯·加鲁斯)安抚士兵时的观感或主张(即“因为/声称……裂”)。
  2. 13.2ὅπου καὶ Κάτων καὶ Σκηπίων — 关系副词 `ὅπου` 在此处用于引导论证或原因(“既然”、“而在……的情况下”),引入历史先例来支持论点。
  3. 13.3τὸ κἂν πταίσωσιν εὐλογιστεῖν — 冠词性不定式 `τὸ εὐλογιστεῖν` 与代词 `ἕν`(双宾语动词 `ἀφαιρεῖται` 的第二个宾语)处于同位关系。在不定式结构内部,嵌入了让步条件从句 `κἂν`(即 `καὶ ἐάν`) `πταίσωσιν`(“即使他们遭受挫折”)。

引用这一段

普鲁塔克, 奥托传 §13.1-13.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg066.humanitext-grc2:13.1-13.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。