Humanitext Reader

普鲁塔克 · 狄翁与布鲁图斯比较列传 §4.1-4.8

对手的强弱与谋划能力的比较

第 4 段,共 5 段 · 希腊语

内容简介

作者将迪翁针对平庸僭主狄奥尼西奥斯的斗争,与布鲁图斯针对强大恺撒的刺杀阴谋进行对比,赞扬了布鲁图斯非凡的谋略、计划力与识人器量。

§4.1ἄνευ γε μὴν τούτων ὁ πρὸς Διονύσιον ἀγὼν οὐχ ὅμοιος ἦν δήπου τῷ πρὸς Καίσαρα.
不仅如此,即便不考虑这些,针对狄奥尼西奥斯的斗争,也绝不能与针对恺撒的斗争相提并论。
§4.2Διονυσίου μὲν γὰρ οὐδεὶς ὅστις οὐκ ἂν κατεφρόνησε τῶν συνήθων ἐν μέθαις καὶ κύβοις καὶ γυναιξὶ τὰς πλείστας ποιουμένου διατριβάς·
因为在狄奥尼西奥斯的亲信中,没有谁不蔑视他,因其将大部分时间消磨在饮酒、掷骰和女人身上。
§4.3τὸ δὲ τὴν Καίσαρος κατάλυσιν εἰς νοῦν ἐμβαλέσθαι καὶ μὴ φοβηθῆναι τὴν δεινότητα καὶ δύναμιν καὶ τύχην, οὗ καὶ τοὔνομα τοὺς Παρθυαίων καὶ Ἰνδῶν βασιλεῖς οὐκ εἴα καθεύδειν, ὑπερφυοῦς ἦν ψυχῆς καὶ πρὸς μηθὲν ὑφίεσθαι φόβῳ τοῦ φρονήματος δυναμένης.
然而,将推翻恺撒一事付诸心头,并且不畏惧他的威势、权力和幸运——甚至连他的名字都不让帕提亚和印度之王安睡——这属于一种超凡的灵魂,它绝不会因恐惧而使自己的高尚气节有丝毫屈服。
§4.4διὸ τῷ μὲν ὀφθέντι μόνον ἐν Σικελίᾳ μυριάδες οὐκ ὀλίγαι συνέστησαν ἐπὶ Διονύσιον· ἡ δὲ Καίσαρος δόξα καὶ πεσόντος ὤρθου τοὺς φίλους, καὶ τοὔνομα τὸν χρησάμενον ἦρεν ἐκ παιδὸς ἀμηχάνου πρῶτον εὐθὺς εἶναι Ῥωμαίων, ὡς ἀλεξιφάρμακον τοῦτο πρὸς τὴν Ἀντωνίου περιαψάμενον ἔχθραν καὶ δύναμιν.
因此,对于前者,仅仅在西西里露面,就有数以万计的人群起反抗狄奥尼西奥斯;而恺撒的名望甚至在他倒下后仍在扶持他的朋友,他的名字更是将那个继承它的人,从一个无依无靠的少年,直接提升为罗马的第一人,仿佛他将这名字佩戴在身上,作为抵御安东尼的敌意与权力的护身符一般。
§4.5εἰ δὲ φήσει τις ὅτι μεγάλοις μὲν ἀγῶσιν ὁ Δίων ἐξέβαλε τὸν τύραννον, Καίσαρα δὲ Βροῦτος ἔκτεινε γυμνὸν καὶ ἀφύλακτον, αὐτὸ τοῦτο δεινότητος ἄκρας καὶ στρατηγίας ἦν ἔργον, ἄνδρα τοσαύτην περιβεβλημένον δύναμιν ἀφύλακτον λαβεῖν καὶ γυμνόν.
但若有人说,迪翁是通过艰巨的斗争驱逐了僭主,而布鲁图斯杀死的则是赤手空拳且毫无防备的恺撒,那么这本身就是极高超的智谋与将帅才能的体现:将一个身负如此巨大权力的人,在无防备且赤手空拳的状态下捕获。
§4.6οὐ γὰρ ἐξαίφνης οὐδὲ μόνος ἢ σὺν ὀλίγοις ἐπιπεσὼν ἀνεῖλεν, ἀλλʼ ἐκ πολλοῦ συνθεὶς τὸ βούλευμα καὶ μετὰ πολλῶν ἐπιθέμενος, ὧν οὐδεὶς ἐψεύσατʼ αὐτόν, ἢ γὰρ εὐθὺς ἔκρινε τοὺς ἀρίστους ἢ τῷ προκρῖναι τοὺς πιστευθέντας ἀγαθοὺς ἐποίησε.
因为他并不是突然、单枪匹马或仅率少数人袭击并杀死了恺撒,而是早就制定好了计划,并与众人协同下手,其中没有一个人背叛他;因为他要么是立刻挑选出了最优秀的人,要么是通过优先选拔使那些受信任的人变得忠诚。
§4.7Δίων δὲ εἴτε κρίνας κακῶς ἐπίστευσεν ἑαυτὸν πονηροῖς εἴτε χρώμενος ἐποίησεν ἐκ χρηστῶν πονηρούς, οὐδέτερον παθεῖν ἀνδρὶ φρονίμῳ προσῆκεν.
而迪翁,无论是因判断失误而将自己信任托付给恶人,还是在任用过程中将善人变成了恶人,这两者对于一个明智的人来说,都是不应该遭受的。
§4.8ἐπιτιμᾷ δὲ καὶ Πλάτων αὐτῷ τοιούτους ἑλομένῳ φίλους, ὑφʼ ὧν ἀπώλετο.
柏拉图也责备他选择了这样的朋友,以至于自己被他们所害。

词汇与语法注释

  1. §4.2Διονυσίου μὲν γὰρ οὐδεὶς ὅστις οὐκ ἂν κατεφρόνησε τῶν συνήθων — Διονυσίου 是支配属格的动词 κατεφρόνησε 的直接宾语,而 τῶν συνήθων(亲信、熟人)则是修饰 οὐδεὶς 的部分属格。分词 ποιουμένου 限制性地修饰 Διονυσίου 的状态。
  2. §4.3ὑπερφυοῦς ἦν ψυχῆς — 表语属格(特征属格),意为“属于超凡的灵魂”或“是超凡灵魂的表现”。
  3. §4.4τὸν χρησάμενον — 名词性分词,意为“使用(恺撒之名)的人”,实际上是指通过收养继承了恺撒之名的屋大维(未来的奥古斯都)。
  4. §4.6τῷ προκρῖναι — 表示手段的带冠词不定式与格,意为“通过预先挑选(可靠的人)”。
  5. §4.7χρώμενος — 表示手段或方式的伴随分词,解释为“通过与他们交往”或“通过任用他们”。

引用这一段

普鲁塔克, 狄翁与布鲁图斯比较列传 §4.1-4.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg062.humanitext-grc2:4.1-4.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。