§4.1ἄνευ γε μὴν τούτων ὁ πρὸς Διονύσιον ἀγὼν οὐχ ὅμοιος ἦν δήπου τῷ πρὸς Καίσαρα.
ともあれ、これらを抜きにしても、ディオニュシオスに対する戦いは、カエサルに対する戦いとはおよそ似ても似つかぬものであった。
§4.2Διονυσίου μὲν γὰρ οὐδεὶς ὅστις οὐκ ἂν κατεφρόνησε τῶν συνήθων ἐν μέθαις καὶ κύβοις καὶ γυναιξὶ τὰς πλείστας ποιουμένου διατριβάς·
というのも、酒宴やダイス遊びや女たちとの間で一日の大部分を過ごしていたディオニュシオスのことは、彼の親しい者たちのうちで、侮蔑しなかった者は一人もいなかったであろうからである。
§4.3τὸ δὲ τὴν Καίσαρος κατάλυσιν εἰς νοῦν ἐμβαλέσθαι καὶ μὴ φοβηθῆναι τὴν δεινότητα καὶ δύναμιν καὶ τύχην, οὗ καὶ τοὔνομα τοὺς Παρθυαίων καὶ Ἰνδῶν βασιλεῖς οὐκ εἴα καθεύδειν, ὑπερφυοῦς ἦν ψυχῆς καὶ πρὸς μηθὲν ὑφίεσθαι φόβῳ τοῦ φρονήματος δυναμένης.
しかし、カエサルの打倒を心に抱き、その凄みと権力と幸運を恐れぬことは――彼の名だけでもパルティアやインドの王たちを眠らせなかったほどであるが――非凡な精神、恐れのために自らの誇りをいささかも曲げることのない精神のなせるわざであった。
§4.4διὸ τῷ μὲν ὀφθέντι μόνον ἐν Σικελίᾳ μυριάδες οὐκ ὀλίγαι συνέστησαν ἐπὶ Διονύσιον·
それゆえ、一者に対しては、シケリアに姿を現しただけで、数万にのぼる少なからぬ人々がディオニュシオスに対抗して結集した。
ἡ δὲ Καίσαρος δόξα καὶ πεσόντος ὤρθου τοὺς φίλους, καὶ τοὔνομα τὸν χρησάμενον ἦρεν ἐκ παιδὸς ἀμηχάνου πρῶτον εὐθὺς εἶναι Ῥωμαίων, ὡς ἀλεξιφάρμακον τοῦτο πρὸς τὴν Ἀντωνίου περιαψάμενον ἔχθραν καὶ δύναμιν.
他方、カエサルの名声は、彼が倒れた後でさえ彼の友人たちを立ち上がらせ、その名を用いた者を、寄る辺のない少年から、直ちにローマの第一人者へと引き上げた。 これは、アントニウスの敵意と権力に対する魔除けの護符として、彼が身に帯びたからであった。
§4.5εἰ δὲ φήσει τις ὅτι μεγάλοις μὲν ἀγῶσιν ὁ Δίων ἐξέβαλε τὸν τύραννον, Καίσαρα δὲ Βροῦτος ἔκτεινε γυμνὸν καὶ ἀφύλακτον, αὐτὸ τοῦτο δεινότητος ἄκρας καὶ στρατηγίας ἦν ἔργον, ἄνδρα τοσαύτην περιβεβλημένον δύναμιν ἀφύλακτον λαβεῖν καὶ γυμνόν.
だが、もし誰かが、ディオンは偉大な戦いによって僭主を追い出したが、ブルトゥスは無防備で丸腰のカエサルを殺害したにすぎないと言うならば、それこそが極限の技量と将帥の才のなせる業であった。 それほどの権力を身にまとった男を、無防備で丸腰の状態で捕らえたのだから。
§4.6οὐ γὰρ ἐξαίφνης οὐδὲ μόνος ἢ σὺν ὀλίγοις ἐπιπεσὼν ἀνεῖλεν, ἀλλʼ ἐκ πολλοῦ συνθεὶς τὸ βούλευμα καὶ μετὰ πολλῶν ἐπιθέμενος, ὧν οὐδεὶς ἐψεύσατʼ αὐτόν, ἢ γὰρ εὐθὺς ἔκρινε τοὺς ἀρίστους ἢ τῷ προκρῖναι τοὺς πιστευθέντας ἀγαθοὺς ἐποίησε.
というのも、不意に、あるいは一人で、もしくは少数とともに襲いかかって彼を殺したのではなく、ずっと前からその計画を組み立て、多くの人々と共に襲撃したのであり、彼らの誰もブルトゥスを裏切らなかった。 彼が直ちに最も優れた人々を選び抜いたか、あるいは信頼された人々を事前に選別することによって善良にしたかのいずれかであったからである。
§4.7Δίων δὲ εἴτε κρίνας κακῶς ἐπίστευσεν ἑαυτὸν πονηροῖς εἴτε χρώμενος ἐποίησεν ἐκ χρηστῶν πονηρούς, οὐδέτερον παθεῖν ἀνδρὶ φρονίμῳ προσῆκεν.
他方、ディオンは、判断を誤って自分自身を悪人どもに委ねてしまったか、あるいは彼らを用いることによって善人を悪人にしてしまったかのいずれかであり、そのどちらを被ることも思慮深い男にはふさわしくないことであった。
§4.8ἐπιτιμᾷ δὲ καὶ Πλάτων αὐτῷ τοιούτους ἑλομένῳ φίλους, ὑφʼ ὧν ἀπώλετο.
プラトンもまた、彼がそのような友人を選んだこと、そしてその友人たちのせいで破滅したことを非難している。