Humanitext Reader

普鲁塔克 · 狄翁与布鲁图斯比较列传 §3.1-3.11

军事指挥与刺杀独裁者动机的对比

第 3 段,共 5 段 · 希腊语

内容简介

本段对比了迪翁与布鲁图斯在军事行动中的表现,将布鲁图斯刺杀其恩人恺撒与迪翁推翻狄奥尼西奥斯的动机进行对立,并探讨了两者动机的纯粹性及他人对他们的信任差异。

§3.1ἐν αὐταῖς τοίνυν ταῖς πολεμικαῖς πράξεσιν ὁ μὲν Δίων ἄμεμπτος γέγονε στρατηγός, ὡς μὲν αὐτὸς ἐβουλεύετο τοῖς πράγμασιν ἄριστα χρώμενος, ἃ δʼ ἐπταίσθη διʼ ἑτέρους ἀναλαβὼν καὶ μεταστήσας ἐπὶ τὸ βέλτιον· §3.2ὁ δὲ Βροῦτος τὸν ἔσχατον ἀγῶνα ὑπὲρ τῶν ὅλων οὔθʼ ὑποστῆναι δοκεῖ φρονίμως οὔτε σφαλεὶς ἐπανόρθωσιν εὑρεῖν, ἀλλʼ ἀπεῖπε καὶ προεῖτο τὰς ἐλπίδας, οὐδʼ ὅσον Πομπήϊος ἐπιτολμήσας τῇ τύχῃ· §3.3καὶ ταῦτα πολλῆς μὲν αὐτόθι λειπομένης ἐλπίδος ἐν τοῖς ὅπλοις, ταῖς δὲ ναυσὶ κρατῶν πάσης βεβαίως τῆς θαλάσσης.
而在军事行动本身中,迪翁是一位无可指责的将军,对于他自己规划的事物,他最能妥善处理,而对于因他人而失败的事物,他则能重新振作并使之转向好的方向;而布鲁图斯对于关乎全局的最后一战,似乎既未能明智地坚持下去,也未能在大势已去后找到挽回的方法,反而放弃并丢弃了希望,甚至没有像庞培那样敢于挑战命运;而且,当时在陆军中仍留有许多希望,并且在海上他以战船稳固地支配着整个海域。
§3.4ὃ δὲ μέγιστόν ἐστιν ὧν ἐγκαλοῦσι Βρούτῳ, τὸ σωθέντα τῇ Καίσαρος χάριτι καὶ σώσαντα τῶν συνεαλωκότων ὅσους ἐβούλετο καὶ φίλον νομιζόμενον καὶ προτιμηθέντα πολλῶν αὐτόχειρα τοῦ σώσαντος γενέσθαι, τοῦτʼ οὐκ ἄν τις εἴποι κατὰ Δίωνος.
而人们对布鲁图斯最大的指责,即他因恺撒的恩宽而保全生命,并救出了他所希望的同囚者,又被视为朋友并受到优于众人的重用,却亲手杀死了自己的救命恩人——这件事,任谁也无法用来指责迪翁。
§3.5ἀλλὰ τοὐναντίον, οἰκεῖος μὲν ὢν Διονυσίῳ καὶ φίλος ὤρθου τὰ πράγματα καὶ συνδιεφύλαττεν, ἐκπεσὼν δὲ τῆς πατρίδος καὶ ἀδικηθεὶς περὶ τὴν γυναῖκα καὶ τὴν οὐσίαν ἀπολέσας ἐκ προφανοῦς εἰς πόλεμον κατέστη νόμιμον καὶ δίκαιον.
相反,迪翁在作为狄奥尼西奥斯的亲戚和朋友时,一直在匡扶并共同维护国政,但在被逐出祖国、妻子受到凌辱、财产丧失之后,他才公然投入了一场合法且正义的战争。
ἢ τοῦτʼ ἀντιστρέφει πρῶτον;
或者说,这第一点反而要颠倒过来吗?
§3.6ὃ γὰρ εἰς ἔπαινον ὑπάρχει τοῖς ἀνδράσι μέγιστον, ἡ πρὸς τοὺς τυράννους ἀπέχθεια καὶ μισοπονηρία, τοῦτʼ εἰλικρινές ἐστι τῷ Βρούτῳ καὶ καθαρόν, ἰδίᾳ γὰρ οὐδὲν ἐγκαλῶν Καίσαρι τῆς κοινῆς προεκινδύνευεν ἐλευθερίας·
因为最值得赞美这些人的地方,即对僭主的憎恨和对邪恶的厌恶,这在布鲁图斯身上是纯粹而无杂质的;因为他私下对恺撒并无任何怨恨,而是为了公共的自由而率先涉险。
§3.7ὁ δʼ εἰ μὴ κακῶς ἔπαθεν αὐτός, οὐκ ἂν ἐπολέμησε, καὶ τοῦτο δηλοῦται ταῖς Πλάτωνος ἐπιστολαῖς, ἐξ ὧν δῆλός ἐστιν ὡς ἀποβληθεὶς τῆς τυραννίδος, οὐκ ἀποστάς, κατέλυσε Διονύσιον.
而后者若不是自己遭受了侵害,是不会发动战争的,这从柏拉图的书信中就可以看出来,信中显而易见他是因为被逐出僭主朝廷、而非自己主动退出,才推翻了狄奥尼西奥斯。
§3.8ἔτι Βροῦτον μὲν καὶ Πομπηΐῳ φίλον ἐποίησεν, ἐχθρὸν ὄντα, καὶ πολέμιον Καίσαρι, τὸ κοινῇ συμφέρον, ὡς ἔχθρας ὅρῳ καὶ φιλίας ἑνὶ χρώμενον τῷ δικαίῳ· §3.9Δίων δὲ πρὸς χάριν ὤρθου πολλὰ Διονύσιον, ὅτʼ ἦν βέβαιος αὑτῷ, καὶ πρὸς ὀργὴν ἀπιστηθεὶς ἐπολέμησε.
再者,使布鲁图斯与曾是仇敌的庞培交好、并与恺撒为敌的,是公共的利益,因为他以正义作为衡量敌意与友谊的唯一标准;而迪翁在狄奥尼西奥斯对他还算可靠时,为了讨好而多次扶持他,却在失去信任后出于愤怒而发动战争。
§3.10διὸ τούτῳ μὲν οὐδʼ οἱ φίλοι πάντες ἐπίστευσαν, ὡς μεταστήσας Διονύσιον οὐκ ἂν βεβαιώσαιτο τὴν ἀρχὴν αὑτῷ, πρᾳοτέρῳ τυραννίδος ὀνόματι παραγαγὼν τοὺς πολίτας, §3.11περὶ δὲ τοῦ Βρούτου τῶν ἐχθρῶν ἦν ἀκούειν ὅτι μόνος τῶν ἐπὶ Καίσαρα συναραμένων ἕνα προὔθετο σκοπὸν ἀπʼ ἀρχῆς ἄχρι τέλους τὴν πάτριον ἀποδοῦναι Ῥωμαίοις πολιτείαν.
因此,甚至并非所有的朋友都信任他,担心他在排除了狄奥尼西奥斯之后,会用一个比僭主制更温和的名称来欺骗市民,从而为自己巩固统治;而关于布鲁图斯,甚至从他的敌人那里也能听到,在所有起兵反对恺撒的人当中,只有他一人从始至终将唯一的目的设为:把祖传的政体还给罗马人。

词汇与语法注释

  1. §3.1ἃ δʼ ἐπταίσθη — 关系代词 ἃ(中性复数)充当不及物动词 πταίω(绊倒、失败)的被动语态 ἐπταίσθη 的主语,或表示限定的宾格,意为“因他人而导致的失败”。
  2. §3.3καὶ ταῦτα — 引入让步或附带情况的惯用语,意为“而且是在……的情况下”或“尽管如此”。在此修饰后续的属格绝对分词短语(πολλῆς... λειπομένης)及主格分词(κρατῶν),强调布鲁图斯当时所拥有的有利条件。
  3. §3.4τὸ σωθέντα ... γενέσθαι — 带有定冠词 τὸ 的宾格不定式结构,与句首的关系代词从句 ὃ δέ ... ἐγκαλοῦσι(被指责的最大之事)构成同格。不定式 γενέσθαι(成为)的逻辑主语及其修饰分词(σωθέντα, σώσαντα, προτιμηθέντα)均用宾格。
  4. §3.8τὸ κοινῇ συμφέρον — 在上下文中充当主语的名词短语。可补出前句的动词 ἐποίησεν(使……成为),理解为“共同利益(使布鲁图斯成为庞培的朋友、恺撒的敌人)”。或者,也可以作为无动词的独立主格(表示原因或同格)来理解。

引用这一段

普鲁塔克, 狄翁与布鲁图斯比较列传 §3.1-3.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg062.humanitext-grc2:3.1-3.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。