§5.1καὶ Δίωνος μὲν τιμωρὸς οὐδεὶς ἐφάνη πεσόντος· ἀλλὰ Βροῦτον καὶ τῶν πολεμίων Ἀντώνιος μὲν ἔθαψεν ἐνδόξως, Καῖσαρ δὲ καὶ τὰς τιμὰς ἐτήρησεν.
当迪翁倒下时,没有任何人出来为他复仇;然而对于布鲁图斯,甚至在敌人之中,安东尼也光荣地安葬了他,而恺撒也保留了他的荣誉。
§5.2ἕστηκε δὲ χαλκοῦς ἀνδριὰς ἐν Μεδιολάνῳ τῆς ἐντὸς Ἄλπεων Γαλατίας, τοῦτον ὕστερον ἰδὼν ὁ Καῖσαρ εἰκονικὸν ὄντα καὶ χαριέντως εἰργασμένον παρῆλθεν εἶτʼ ἐπιστὰς μετὰ μικρὸν ἀκροωμένων πολλῶν τοὺς ἄρχοντας ἐκάλει, φάσκων ἔκσπονδον αὐτῶν τὴν πόλιν εἰληφέναι πολέμιον ἔχουσαν παρʼ αὑτῇ.
在阿尔卑斯山此侧的高卢的米兰,立着一尊他的青铜雕像。 后来,恺撒看到了这尊雕像,见其栩栩如生且制作精美,便走了过去;随后他停下脚步,在众人的倾听之下,召集了当地的官员,声称他们因在城中庇护敌人而违反了盟约,被当场抓获。
§5.3τὸ μὲν οὖν πρῶτον, ὡς εἰκὸς, ἠρνοῦντο, καὶ τίνα λέγοι διαποροῦντες εἰς ἀλλήλους ἀπέβλεψαν.
起初,他们自然予以否认,面面相觑,不解其意,不知道他指的是谁。
ὡς δʼ ἐπιστρέψας ὁ Καῖσαρ πρὸς τὸν ἀνδριάντα καὶ συναγαγὼν τὸ πρόσωπον,
ἀλλʼ οὐχ οὗτος,
ἔφη,
πολέμιος ὢν ἡμέτερος ἐνταῦθα ἕστηκεν;
但当恺撒转过身面对雕像,皱起眉头说道:“然而,这位我们的敌人,难道不正是站在这里吗?
ἔτι μᾶλλον καταπλαγέντες ἐσιώπησαν.
”他们便更加惊恐,默不作声。
§5.4ὁ δὲ μειδιάσας ἐπῄνεσέ τε τοὺς Γαλάτας ὡς τοῖς φίλοις καὶ παρὰ τὰς τύχας βεβαίους ὄντας, καὶ τὸν ἀνδριάντα κατὰ χώραν μένειν ἐκέλευσε.
恺撒见状微笑起来,称赞高卢人即使在逆境中对朋友也保持忠诚,并下令让这尊雕像留在原处。