§2.1καὶ μὴν οὐχ ὅμοιον Διονυσίου Συρακουσίοις ἡ Καίσαρος ἀπαλλαγῆναι Ῥωμαίοις.
再者,罗马人摆脱恺撒,与叙拉古人摆脱狄奥尼西奥斯并不相同。
ὁ μὲν γὰρ οὐδʼ ἠρνεῖτο τύραννος εἶναι κακῶν τε μυρίων ἐμπεπλήκει Σικελίαν· §2.2ἡ δὲ Καίσαρος ἀρχὴ συνισταμένη μὲν οὐκ ὀλίγα τοῖς ἐναντιουμένοις πράγματα παρέσχε, δεξαμένοις δὲ καὶ κρατηθεῖσιν ὄνομα καὶ δόκησις ἐφάνη μόνον, ἔργον δʼ ἀπʼ αὐτῆς οὐδὲν ὠμὸν οὐδὲ τυραννικὸν ὑπῆρξεν, ἀλλὰ καὶ δεομένοις ἔδοξε τοῖς πράγμασι μοναρχίας πρᾳότατος ὥσπερ ἰατρὸς ὑπʼ αὐτοῦ τοῦ δαίμονος δεδόσθαι.
因为前者甚至不否认自己是篡位者,并且让西西里充满了无数的灾难;而恺撒的统治在确立之初虽然给反对者带来了不少麻烦,但对于接受并屈服的人来说,它似乎仅仅是一个名义和表象,实际上并没有产生任何残酷或僭主式的行为,反而对需要独裁统治的局势来说,他似乎是由神明本身赐予的最温和的医生。
§2.3διὸ Καίσαρα μὲν εὐθὺς ἐπόθησεν ὁ Ῥωμαίων δῆμος, ὥστε χαλεπὸς γενέσθαι καὶ ἀπαραίτητος τοῖς ἀπεκτονόσι, Δίωνα δʼ ἡ Διονυσίου πάρεσις ἐκ Συρακουσῶν καὶ τὸ μὴ κατασκάψαι τοῦ προτέρου τυράννου τὸν τάφον ἐπαίτιον μάλιστα πρὸς τοὺς πολίτας ἐποίησεν.
因此,罗马民众立刻怀念起恺撒,从而对杀害他的人变得严厉且不肯宽恕;而迪翁放走叙拉古的狄奥尼西奥斯,以及没有摧毁前代僭主的坟墓,这使他最容易受到公民们的指责。