§1.1πολλῶν τοίνυν τοῖς ἀνδράσιν ὑπαρξάντων καλῶν, ἐν τοῖς πρώτοις δὲ τοῦ μεγίστους ἐλαχίσταις ἀφορμαῖς γενέσθαι, τοῦτο τῷ Δίωνι κάλλιστόν ἐστιν.
在两位男子所拥有的众多美德中,最首要的一点,即以最微不足道的凭借成就最伟大的事业,这对迪翁来说是最为光辉的。
§1.2οὐ γὰρ εἶχε τὸν ἀμφισβητοῦντα, καθάπερ ὁ Βροῦτος Κάσσιον, ἄνδρα πρὸς μὲν ἀρετὴν καὶ δόξαν οὐχ ὁμοίως ἀξιόπιστον, εἰς δὲ τὸν πόλεμον οὐκ ἐλάττονας τόλμῃ καὶ δεινότητι καὶ πράξει συμβολὰς παρασχόμενον, §1.3ᾧ γε καὶ τοῦ παντὸς ἔργου προσποιοῦσιν ἔνιοι τὴν ἀρχήν, ἡγεμόνα τῆς ἐπὶ Καίσαρα γνώμης τοῦτον ἀτρεμοῦντι Βρούτῳ γενέσθαι λέγοντες.
因为迪翁并没有一个争夺首位的对手,不像布鲁图斯拥有卡西乌斯。 卡西乌斯在美德和声望上虽不同样值得信赖,但在战争中,凭其胆识、精明与行动,所作出的贡献却毫不逊色;甚至有些人将整个事业的开端归功于卡西乌斯,说正是他在布鲁图斯尚在静观其变时,成为了针对恺撒的图谋的引导者。
§1.4Δίων δʼ ὥσπερ ὅπλα καὶ πλοῖα καὶ στρατιωτικὴν δύναμιν, οὕτω καὶ φίλους καὶ συνεργοὺς ἐπὶ τὴν πρᾶξιν αὐτὸς ἑαυτῷ φαίνεται κτησάμενος.
然而,迪翁不仅是武器、船只和军事力量,连同用于这一行动的友人和协助者,似乎都是他自己为自己赢得的。
§1.5οὐ μὴν οὐδʼ ὡς Βροῦτος ἐκ τῶν πραγμάτων αὑτῶν καὶ τοῦ πολέμου πλοῦτον ἔσχε καὶ δύναμιν, οὕτω καὶ Δίων, ἀλλὰ τῷ πολέμῳ προεισήνεγκεν αὐτὸς τὸν ἑαυτοῦ πλοῦτον, ὑπὲρ τῆς τῶν πολιτῶν ἐλευθερίας τοῖς τῆς φυγῆς ἐφοδίοις προκαταχρησάμενος.
而且,迪翁也并非像布鲁图斯那样,从局势本身和战争中获取财富与权力;相反,他自己预先将自己的财富投入到战争中,为了公民们的自由,提前耗尽了自己流亡期间的给养。
§1.6ἔτι δὲ Βροῦτος μὲν καὶ Κάσσιος, οὐκ ὂν ἀσφαλὲς ἡσυχίαν ἄγειν ἐκπεσοῦσι τῆς Ῥώμης, ἀλλʼ ὠφληκόσι δίκην θανάτου καὶ διωκομένοις, ἀναγκαίως εἰς τὸν πόλεμον κατέφυγον καὶ τὰ σώματα τοῖς ὅπλοις παρακαταθέμενοι διεκινδύνευσαν ὑπὲρ αὑτῶν τὸ πλέον ἢ τῶν πολιτῶν,
此外,布鲁图斯和卡西乌斯由于被逐出罗马,并被判处死刑且遭到追捕,处于无法安全保持静止的境地,因而被迫投身于战争,将身体托付给武器,他们冒险更多是为了他们自己,而非为了公民。
§1.7Δίων δʼ ἀδεέστερον ἐν τῇ φυγῇ τοῦ φυγαδεύσαντος τυράννου καὶ ἥδιον διάγων ἀνέρριψεν ἑκὼν κίνδυνον τοσοῦτον ἐπὶ τῷ σῶσαι Σικελίαν.
而迪翁在流亡中,过着比放逐他的篡位者更无所畏惧、更为惬意的生活,却为了拯救西西里,自愿冒着如此巨大的危险投下一掷。