§2.1καὶ μὴν οὐχ ὅμοιον Διονυσίου Συρακουσίοις ἡ Καίσαρος ἀπαλλαγῆναι Ῥωμαίοις.
indeed, the riddance of Caesar for the Romans was not like that of Dionysius for the Syracusans.
ὁ μὲν γὰρ οὐδʼ ἠρνεῖτο τύραννος εἶναι κακῶν τε μυρίων ἐμπεπλήκει Σικελίαν· §2.2ἡ δὲ Καίσαρος ἀρχὴ συνισταμένη μὲν οὐκ ὀλίγα τοῖς ἐναντιουμένοις πράγματα παρέσχε, δεξαμένοις δὲ καὶ κρατηθεῖσιν ὄνομα καὶ δόκησις ἐφάνη μόνον, ἔργον δʼ ἀπʼ αὐτῆς οὐδὲν ὠμὸν οὐδὲ τυραννικὸν ὑπῆρξεν, ἀλλὰ καὶ δεομένοις ἔδοξε τοῖς πράγμασι μοναρχίας πρᾳότατος ὥσπερ ἰατρὸς ὑπʼ αὐτοῦ τοῦ δαίμονος δεδόσθαι. §2.3διὸ Καίσαρα μὲν εὐθὺς ἐπόθησεν ὁ Ῥωμαίων δῆμος, ὥστε χαλεπὸς γενέσθαι καὶ ἀπαραίτητος τοῖς ἀπεκτονόσι, Δίωνα δʼ ἡ Διονυσίου πάρεσις ἐκ Συρακουσῶν καὶ τὸ μὴ κατασκάψαι τοῦ προτέρου τυράννου τὸν τάφον ἐπαίτιον μάλιστα πρὸς τοὺς πολίτας ἐποίησεν.
For the latter did not even deny that he was a tyrant, and had filled Sicily with countless evils; the rule of Caesar, while it was being established, caused no small trouble to his opponents, yet to those who had accepted it and been subdued, it appeared to be only a name and an appearance, and no cruel or tyrannical deed proceeded from it; rather, to the state which stood in need of monarchy, he seemed to have been given by the deity itself as a most gentle physician., the Roman people immediately longed for Caesar, so that they became harsh and implacable to his slayers; whereas Dion, by letting Dionysius escape from Syracuse and by not demolishing the tomb of the former tyrant, was made chiefly responsible and blamed by the citizens.