Humanitext Reader

普鲁塔克 · 德摩斯梯尼与西塞罗比较列传 §3.1-3.6

公职治理能力与对待财富态度的比较

第 3 段,共 5 段 · 希腊语

内容简介

对比了德摩斯梯尼与西塞罗的政治能力、在官职中面临的品格考验以及对金钱的态度,特别突出了西塞罗在财务上的清廉和德摩斯梯尼的金钱丑闻。

§3.1ἡ μὲν οὖν ἐν τῷ δημηγορεῖν καὶ πολιτεύεσθαι δύναμις ὁμαλῶς ἀμφοτέροις ὑπῆρξεν, ὥστε καὶ τοὺς τῶν ὅπλων καὶ στρατοπέδων κυρίους δεῖσθαι, Δημοσθένους μὲν Χάρητα καὶ Διοπείθην καὶ Λεωσθένην, Κικέρωνος δὲ Πομπήϊον καὶ Καίσαρα τὸν νέον, ὡς αὐτὸς ὁ Καῖσαρ ἐν τοῖς πρὸς Ἀγρίππαν καὶ Μαικήναν ὑπομνήμασιν εἴρηκεν.
至于在集会演说和从政方面的能力,两人同样齐备,以致连那些掌握兵器和军队的首领们都需要他们:哈雷斯、迪奥佩忒斯和莱奥斯忒涅斯需要德摩斯梯尼,而庞培和年轻的恺撒需要西塞罗,正如恺撒本人在给阿格里帕和梅塞纳斯的备忘录中所说的那样。
§3.2ὃ δὲ δοκεῖ μάλιστα καὶ λέγεται τρόπον ἀνδρὸς ἐπιδεικνύναι καὶ βασανίζειν, ἐξουσία καὶ ἀρχὴ πᾶν πάθος κινοῦσα καὶ πᾶσαν ἀποκαλύπτουσα κακίαν, Δημοσθένει μὲν οὐχ ὑπῆρξεν, οὐδʼ ἔδωκε τοιαύτην διάπειραν ἑαυτοῦ, μηδεμίαν ἀρχὴν τῶν ἐπιφανῶν ἄρξας, ὃς οὐδὲ τῆς ὑφʼ αὑτοῦ συντεταγμένης ἐπὶ Φίλιππον ἐστρατήγησε δυνάμεως·
然而,最被公认且常说能展现并考验一个人品格的东西——即激发起一切激情并暴露一切邪恶的权力和官职——是德摩斯梯尼所未曾拥有的,他也没有给自己提供这样接受检验的机会,因为他未曾担任过任何显赫的官职,甚至连他自己组织起来对抗腓力的军队,他都未曾担任过将军。
§3.3Κικέρων δὲ ταμίας εἰς Σικελίαν καὶ ἀνθύπατος εἰς Κιλικίαν καὶ Καππαδοκίαν ἀποσταλείς, ἐν ᾧ καιρῷ τῆς φιλοπλουτίας ἀκμαζούσης, καὶ τῶν πεμπομένων στρατηγῶν καὶ ἡγεμόνων, ὡς τοὺ κλέπτειν ἀγεννοῦς ὄντος, ἐπὶ τὸ ἁρπάζειν τρεπομένων, οὐ τὸ λαμβάνειν ἐδόκει δεινόν, ἀλλʼ ὁ μετρίως τοῦτο ποιῶν ἠγαπᾶτο, πολλὴν μὲν ἐπίδειξιν ὑπεροψίας χρημάτων ἐποιήσατο, πολλὴν δὲ φιλανθρωπίας καὶ χρηστότητος.
相反,西塞罗被派往西西里担任财务官,并被派往基利家和卡帕多西亚担任资深执政官;在那个贪财之风盛行的时期,派出的将军和总督们认为偷窃是卑下的,因而转而进行公开掠夺,以至于接受贿赂并不被看作恶劣之事,反而是适度受贿之人会受到爱戴。 在那样的时候,他充分展现了对金钱的蔑视,也充分展现了人道和仁慈。
§3.4ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ λόγῳ μὲν ἀποδειχθεὶς ὕπατος, ἐξουσίαν δὲ λαβὼν αὐτοκράτορος καὶ δικτάτορος ἐπὶ τοὺς περὶ Κατιλίναν, ἐμαρτύρησεν ἅμα τῷ Πλάτωνι μαντευομένῳ παῦλαν ἕξειν κακῶν τὰς πόλεις, ὅταν εἰς ταὐτὸ δύναμίς τε μεγάλη καὶ φρόνησις ἔκ τινος τύχης χρηστῆς ἀπαντήσῃ μετὰ δικαιοσύνης.
此外,在罗马城本身,他名义上被委任为执政官,却获得了等同于全权统帅和独裁官的权力来对付卡提林纳及其同党,这便印证了柏拉图的预言:当伟大的权力和智慧因某种好运而与正义一起在同一人身上结合时,城邦才能得以免除灾难。
§3.5χρηματίσασθαι τοίνυν ἀπὸ τοῦ λόγου Δημοσθένης μὲν ἐπιψόγως λέγεται, λογογραφῶν κρύφα τοῖς περὶ Φορμίωνα καὶ Ἀπολλόδωρον ἀντιδίκοις, καὶ διαβληθεὶς μὲν ἐπὶ τοῖς βασιλικοῖς χρήμασιν, ὀφλὼν δὲ τῶν Ἁρπαλείων.
至于靠言论谋取财利,据说德摩斯梯尼的做法是令人非议的:他暗中为相互对立的原告与被告福尔米翁和阿波罗多洛斯撰写诉讼演说辞,且因收受波斯国王的贿金而遭指控,并在哈尔帕路斯资金案中被判有罪。
εἰ δὲ ταῦτα τοὺς γράφοντας οὐκ ὀλίγοι δʼ εἰσὶν οὗτοι ψεύδεσθαι φαίημεν, §3.6ἀλλʼ ὅτι γε πρὸς δωρεὰς βασιλέων σὺν χάριτι καὶ τιμῇ διδομένας ἀντιβλέψαι Δημοσθένης οὐκ ἂν ἐτόλμησεν, οὐδʼ ἦν τοῦτο ἔργον ἀνθρώπου δανείζοντος ἐπὶ ναυτικοῖς, ἀμήχανον ἀντειπεῖν· περὶ δὲ Κικέρωνος, ὅτι καὶ Σικελιωτῶν ἀγορανομοῦντι καὶ βασιλέως τοῦ Καππαδοκῶν ἀνθυπατεύοντι καὶ τῶν ἐν Ῥώμῃ φίλων, ὅτʼ ἐξέπιπτε τῆς πόλεως, δωρουμένων πολλὰ καὶ δεομένων λαβεῖν ἀντέσχεν, εἴρηται.
即使我们说那些记录这些事情的人——而这样的人并不在少数——是在说谎,但是,德摩斯梯尼绝无勇气去正视国王们带着好意和尊荣赠送的礼物,而这也不是一个从事海上贸易放贷之人所能做出的举动,这一点是无法反驳的;至于西塞罗,则已经提到:当他担任市政官时西西里人赠送礼物,当他担任资深执政官时卡帕多西亚国王赠送礼物,以及当他被逐出城邦时罗马的朋友们赠送许多礼物并恳求他收下,他都予以坚拒。

词汇与语法注释

  1. §3.1ὥστε καὶ τοὺς τῶν ὅπλων καὶ στρατοπέδων κυρίους δεῖσθαι — 不定式 `δεῖσθαι`(需要)以宾格的 `Χάρητα καὶ Διοπείθην...` 和 `Πομπήϊον...` 作为其逻辑主语,并以属格的 `Δημοσθένους` 和 `Κικέρωνος` 作为其宾语,呈现出清晰的平行结构。
  2. §3.2ὃ δὲ δοκεῖ μάλιστα καὶ λέγεται — 关系代名词 `ὃ` 为中性主格单数,先于阴性的主语 `ἐξουσία καὶ ἀρχή` 出现,并作为一个同位语从句,在抽象概念被正式提及之前对其进行定义性的引入。
  3. §3.3ὡς τοῦ κλέπτειν ἀγεννοῦς ὄντος, ἐπὶ τὸ ἁρπάζειν τρεπομένων — 在主要的属格独立分词结构 `τῶν πεμπομένων στρατηγῶν... τρεπομένων` 内部,嵌套了另一个由 `ὡς` 引导的属格独立分词 `τοῦ κλέπτειν ἀγεννοῦς ὄντος`,用以表示将领们主观上的理由或借口。
  4. §3.6ἀλλʼ ὅτι γε πρὸς δωρεὰς — 作为第3.5节中条件从句 `εἰ δὲ ... φαίημεν` 的主句,该句以 `ἀλλ' ὅτι... ἀμήχανον ἀντειπεῖν` 的结构呈现,意为“但至少……是无法反驳的”。`ἀμήχανον` 的主语是整个 `ὅτι` 从句。

引用这一段

普鲁塔克, 德摩斯梯尼与西塞罗比较列传 §3.1-3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg056.humanitext-grc2:3.1-3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。