§2.1ἔτι τοίνυν ἐν τοῖς συγγράμμασι κατιδεῖν ἔστι τὸν μὲν ἐμμελῶς καὶ ἀνεπαχθῶς τῶν εἰς αὑτὸν ἀπτόμενον ἐγκωμίων, ὅτε τούτου δεήσαι πρὸς ἕτερόν τι μεῖζον, τἆλλα δʼ εὐλαβῆ καὶ μέτριον· ἡ δὲ Κικέρωνος ἐν τοῖς λόγοις ἀμετρία τῆς περιαυτολογίας ἀκρασίαν τινὰ κατηγόρει πρὸς δόξαν, βοῶντος ὡς τὰ ὅπλα ἔδει τῇ τηβέννῳ καὶ τῇ γλώττῃ τὴν θριαμβικὴν ὑπείκειν δάφνην.
此外,在他们的著作中还可以观察到:其中一人在提及对自己的赞美时,仅在为了实现其他更大的目的而有此需要时,才以适度且不令人反感的方式进行,而在其他方面则保持谨慎与克制;相反,西塞罗在演说中那种过度自吹自擂的作风,则暴露了他在名誉面前某种缺乏自制,他甚至大声宣称:“兵器当屈于托加,凯旋的月桂冠当屈于舌。
§2.2τελευτῶν δʼ οὐ τὰ ἔργα καὶ τὰς πράξεις μόνον, ἀλλὰ καὶ τοὺς λόγους ἐπαινεῖ τοὺς εἰρημένους ὑφʼ αὑτοὺ καὶ γεγραμμένους, ὥσπερ Ἰσοκράτει καὶ Ἀναξιμένει τοῖς σοφισταῖς διαμειρακιευόμενος, οὐ τὸν Ῥωμαίων δῆμον ἄγειν ἀξιῶν καὶ ὀρθοῦν,
"βριθύν, ὁπλιτοπάλαν, δάϊον ἀντιπάλοις. "
” 而且到头来,他不仅歌颂自己的功绩和行动,还赞美自己发表和撰写的演说,仿佛在与智者伊索克拉底和阿那克西美尼进行幼稚的竞争,而不是以配得上的尊严去引导和纠正那 “沉重、震盾、对敌勇猛的” 罗马人民。
§2.3ἰσχύειν μὲν γὰρ διὰ λόγου τὸν πολιτευόμενον ἀναγκαῖον, ἀγαπᾶν δʼ ἀγεννὲς καὶ λιχνεύειν τὴν ἀπὸ τοῦ λόγου δόξαν.
因为,虽然政治家必须通过言论拥有力量,但溺爱并贪图言论带来的名誉却是卑下的。
ὅθεν ἐμβριθέστερος ταύτῃ καὶ μεγαλοπρεπέστερος ὁ Δημοσθένης, τὴν μὲν αὑτοῦ δύναμιν ἐμπειρίαν τινὰ πολλῆς δεομένην τῆς παρὰ τῶν ἀκροωμένων εὐνοίας ἀποφαινόμενος, ἀνελευθέρους δὲ καὶ βαναύσους, ὥσπερ εἰσί, τοὺς ἐπὶ τούτῳ φυσωμένους ἡγούμενος.
因此,德摩斯梯尼在这方面更为庄重和宏伟,他表明自己的能力不过是一种需要听众极大好意的经验,并认为那些为此而自满的人是狭隘和庸俗的——事实也确实如此。