Humanitext Reader

普鲁塔克 · 德摩斯梯尼与西塞罗比较列传 §4.1-4.3

流亡起因与流亡期间作为及政治过失的比较

第 4 段,共 5 段 · 希腊语

内容简介

作者对比了德摩斯梯尼与西塞罗流亡的起因和态度,指出德摩斯梯尼在流亡中依然活跃,而西塞罗则消极无为,并提及了西塞罗因放任恺撒崛起、培育独裁而遭到的指责。

§4.1καὶ μὴν ἥ γε φυγὴ τῷ μὲν αἰσχρὰ κλοπῆς ἁλόντι συνέπεσε, τῷ δὲ κάλλιστον ἔργον ἀνθρώπους ἀλιτηρίους ἐκκόψαντι τῆς πατρίδος, διὸ τοῦ μὲν οὐδεὶς λόγος ἐκπίπτοντος, ἐφʼ ᾧ δʼ ἡ σύγκλητος ἐσθῆτά τε διήλλαξε καὶ πένθος ἔσχε καὶ γνώμην ὑπὲρ οὐδενὸς εἰπεῖν ἐπείσθη πρότερον ἢ Κικέρωνι κάθοδον ψηφίσασθαι.
而且,流亡对于前者是因为被判可耻的窃盗罪而发生,而对于后者则是因将恶人逐出祖国这一最伟大的功绩所致。 因此,前者被逐出时无人提及,而对于后者,元老院不仅更换了丧服并致哀,甚至在投票通过西塞罗返回之前,不愿对任何事务发表意见。
§4.2τὴν μέντοι φυγὴν ἀργῶς ὁ Κικέρων διήνεγκεν ἐν Μακεδονίᾳ καθήμενος, τῷ δὲ Δημοσθένει καὶ ἡ φυγὴ μέγα μέρος τῆς πολιτείας γέγονε.
然而,西塞罗在马其顿闲坐,消极地度过了他的流亡生涯,但对德摩斯梯尼来说,流亡本身也成了他政治生涯的重要组成部分。
συναγωνιζόμενος γάρ, ὥσπερ εἴρηται, τοῖς Ἕλλησι καὶ τοὺς Μακεδόνων πρέσβεις ἐξελαύνων ἐπήρχετο τὰς πόλεις, πολὺ βελτίων Θεμιστοκλέους καὶ Ἀλκιβιάδου παρὰ τὰς αὐτὰς τύχας φανεὶς πολίτης· καὶ μέντοι κατελθὼν αὖθις ἑαυτὸν ἐπέδωκεν εἰς τὴν αὐτὴν ταύτην πολιτείαν, καὶ διετέλει πολεμῶν πρὸς Ἀντίπατρον καὶ Μακεδόνας.
因为,正如已经说过的那样,他与希腊人共同奋斗,驱逐马其顿的使节,奔走于各城邦之间,在面临同样境遇时,显出自己是比地米斯托克利和阿尔西比亚德斯优秀得多的公民;而且,在他返回之后,他再次投身于这同一政治事务中,继续与安提帕特和马其顿人作战。
§4.3Κικέρωνα δʼ ὠνείδισεν ἐν τῇ βουλῇ Λαίλιος αἰτουμένου Καίσαρος ὑπατείαν μετιέναι παρὰ νόμον, οὔπω γενειῶντος, σιωπῇ καθήμενον.
当恺撒违背法律谋求竞选执政官、甚至在尚未满蓄须之年时,西塞罗默默坐在一旁,为此莱利乌斯在元老院指责了他。
ἔγραφε δὲ καὶ Βροῦτος ἐγκαλῶν ὡν μείζονα καὶ βαρυτέραν πεπαιδοτριβηκότι τυραννίδα τῆς ὑφʼ αὑτοῦ καταλυθείσης.
布鲁图斯也写信谴责他,指责他所培育的独裁,比布鲁图斯本人所推翻的独裁还要强大、还要沉重。

词汇与语法注释

  1. §4.1αἰσχρὰ κλοπῆς — 虽然某些抄本读作 `αἰσχρᾷ κλοπῇ`(因可耻的盗窃),但此处的 `αἰσχρὰ κλοπῆς` 可将 `αἰσχρά` 理解为副词性(或中性复数宾格),而将 `κλοπῆς` 视为修饰 `ἁλόντι`(被判罪)的罪名属格。
  2. §4.1κάλλιστον ἔργον — 宾格的 `κάλλιστον ἔργον`(最伟大的功绩)作为同格宾格,修饰其后分词短语 `ἀνθρώπους ἀλιτηρίους ἐκκόψαντι`(将恶人驱逐)所代表的整个行动。
  3. §4.3ὡς ... πεπαιδοτριβηκότι — 此处是由 `ἐγκαλῶν`(指责)引导的表示主观原因(“以……为由”)的 `ὡς` 加上完成时态与格分词 `πεπαιδοτριβηκότι`(培育)的结构。与格形式与暗示的指代西塞罗的与格间接宾语相一致。
  4. §4.3τῆς ὑφʼ αὑτοῦ καταλυθείσης — `τῆς` 是比较属格,代表省略的 `τυραννίδος`(修饰前面修饰 `τυραννίδα` 的比较级 `μείζονα καὶ βαρυτέραν`)。`ὑφʼ αὑτοῦ` 中的反身代词 `αὑτοῦ` 指向主句的主语布鲁图斯(`Βροῦτος`)。

引用这一段

普鲁塔克, 德摩斯梯尼与西塞罗比较列传 §4.1-4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg056.humanitext-grc2:4.1-4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。