Humanitext Reader

普鲁塔克 · 亚基斯与克里昂米尼及格拉古兄弟比较列传 §4.1-4.3

改革手段与暴力行使方面的对比

第 4 段,共 5 段 · 希腊语

内容简介

作者对比了亚基斯消极的改革态度与克里昂米尼的过度暴力,并赞扬了格拉古兄弟(特别是盖乌斯)为避免内讧而展现出的审慎与克制。

§4.1τῆς δὲ πολιτείας ὁ μὲν Ἆγις ἔοικεν ἅψασθαι μαλακώτερον, ἐκκρουσθεὶς ὑπὸ Ἀγησιλάου καὶ ψευσάμενος τὸν ἀναδασμὸν τοῖς πολίταις, καὶ ὅλως ἐλλιπὴς καὶ ἀτελὴς ὧν προείλετο καὶ κατήγγειλεν ὑπὸ ἀτολμίας διὰ τὴν ἡλικίαν γενόμενος· ὁ δὲ Κλεομένης τοὐναντίον θρασύτερον καὶ βιαιότερον ἐπὶ τὴν μεταβολὴν ἦλθε τῆς πολιτείας, ἀποκτείνας τοὺς ἐφόρους παρανόμως, οὓς καὶ προσαγαγέσθαι τοῖς ὅπλοις κρατοῦντα καὶ μεταστῆσαι ῥᾴδιον ἦν, ὥσπερ οὐκ ὀλίγους ἄλλους μετέστησεν ἐκ τῆς πόλεως.
至于政治改革,亚基斯似乎着手得较为软弱,他受到阿格西劳斯的阻挠,在向市民重新分配土地的事情上失了信,并且由于年轻胆怯,使他所选择和宣告的事业整体上流于残缺和不彻底;相反,克里昂米尼则以更具胆识、更暴力的手段来推行国制的变革,他非法杀害了监察官们,而对于凭借武力掌握支配权的人来说,本可以轻易地将他们争取过来或予以驱逐,就像他从城邦中驱逐了其他不少人一样。
§4.2τὸ γὰρ ἄνευ τῆς ἐσχάτης ἀνάγκης ἐπιφέρειν σίδηρον οὔτε ἰατρικὸν οὔτε πολιτικόν, ἀλλʼ ἀτεχνίας μὲν ἀμφότερα, τούτῳ δὲ καὶ τὸ ἀδικεῖν μετʼ ὠμότητος πρόσεστι.
因为非到万不得已而诉诸武力,既非医者之道,亦非政治家之举,而是两者皆属不专业的表现,但在他(克里昂米尼)这里,更平添了伴随着残忍的不义。
τῶν δὲ Γράγχων οὐδέτερος μὲν ἤρξατο σφαγῆς ἐμφυλίου, Γάιος δὲ λέγεται μηδὲ βαλλόμενος ὁρμῆσαι πρὸς ἄμυναν, ἀλλὰ λαμπρότατος ὢν ἐν τοῖς πολεμικοῖς ἀργότατος ἐν τῇ στάσει γενέσθαι.
另一方面,格拉古兄弟中没有一个人开创内讧屠杀之先河,据说盖乌斯甚至在遭到投掷袭击时,也没有冲上前去反击,反而是在军事上最为辉煌,在政争中却最为消极。
§4.3καὶ γὰρ προῆλθεν ἄοπλος καὶ μαχομένων ἀνεχώρησε, καὶ ὅλως πλείονα τοῦ μή τι δρᾶσαι πρόνοιαν ἢ τοῦ μὴ παθεῖν ἔχων ἑωρᾶτο.
因为他确实赤手空拳地走出来,并在众人交战时撤退了,总之,人们看到他对于“不加害他人”的顾虑,显然多过对“自己免受伤害”的顾虑。
διὸ καὶ τὴν φυγὴν αὐτῶν οὐκ ἀτολμίας σημεῖον, ἀλλʼ εὐλαβείας ποιητέον.
因此,他们的逃亡也不应被视为胆怯的迹象,而应被视为审慎的体现。
ἔδει γὰρ ὑπεῖξαι τοῖς ἐπιφερομένοις ἢ μένοντας ὑπὲρ τοῦ μὴ παθεῖν τῷ δρᾶν ἀμύνασθαι.
因为他们要么必须向袭击者屈服,要么若留下,就必须为了免遭伤害而诉诸行动进行反击。

词汇与语法注释

  1. 4.1τοῖς ὅπλοις κρατοῦντα — 分词 κρατοῦντα 为阳性单数宾格,作无人称句 ῥᾴδιον ἦν 中不定式结构的逻辑主语,在此代指克里昂米尼。连同与格 τοῖς ὅπλοις(“通过武力”),意为“对于凭借武力掌握支配权的人来说”。
  2. 4.2ἀτεχνίας μὲν ἀμφότερα — 属格 ἀτεχνίας 在此作谓语属格,表示特征或归属,省略了系动词:“两者皆是缺乏技术的表现(不专业的体现)”。
  3. 4.3ἔχων ἑωρᾶτο — 此句采用感官动词 ὁράω 的被动式 ἑωρᾶτο(“他被看到……”),后接主格分词 ἔχων。结合宾语 πρόνοιαν,表示“他被看到怀有……的顾虑”。
  4. 4.3τοῦ μή τι δρᾶσαι ... ἢ τοῦ μὴ παθεῖν — 带有否定词 μή 的冠词不定式属格结构(τοῦ μή...),作为名词 πρόνοιαν(“顾虑”)的限制性属格,意为“不对他人施加伤害的顾虑”与“自己不遭受伤害的顾虑”,在此将主动的 δρᾶσαι 与被动的/经历的 παθεῖν 进行对比。
  5. 4.3τῷ δρᾶν ἀμύνασθαι — 带冠词不定式的与格 τῷ δρᾶν(“通过行动/通过加害”)作为手段与格,修饰动词不定式 ἀμύνασθαι(“反击/防御”)。

引用这一段

普鲁塔克, 亚基斯与克里昂米尼及格拉古兄弟比较列传 §4.1-4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg053.humanitext-grc2:4.1-4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。