Humanitext Reader

普鲁塔克 · 亚基斯与克里昂米尼及格拉古兄弟比较列传 §5.1-5.6

关于四人过失与德行的最终总结

第 5 段,共 5 段 · 希腊语

内容简介

作者将针对提比略和盖乌斯的指控与斯巴达改革者亚基斯和克里昂米尼的违法行径进行对比,最终得出结论:提比略在德行上首屈一指,亚基斯犯错最少,而克里昂米尼在行动和胆识上最为杰出。

§5.1τῶν τοίνυν ἐγκλημάτων τῶν κατὰ Τιβερίου μέγιστόν ἐστιν ὅτι τὸν συνάρχοντα τῆς δημαρχίας ἐξέβαλε καὶ δευτέραν αὐτὸς δημαρχίαν μετῄει· Γαΐῳ δὲ τὸν Ἀντυλλίου φόνον οὐ δικαίως οὐδὲ ἀληθῶς προσετρίβοντο διεφθάρη γὰρ ἄκοντος αὑτοῦ καὶ ἀγανακτοῦντος.
因此,在针对提比略的各项指控中,最严重的是他罢免了同僚护民官并亲自谋求连任第二任护民官;至于盖乌斯,人们将安提利乌斯的谋杀非正义地、不真实地归罪于他,因为此人是在违背他意愿且令他愤慨的情况下被杀的。
Κλεομένης δέ, ἵνα τὰς σφαγὰς τῶν ἐφόρων ἐάσωμεν, ἠλευθέρωσε μὲν ἅπαντας τοὺς οἰκέτας, §5.2ἐβασίλευσε δὲ τῷ μὲν ἔργῳ μόνος, τῶ δὲ ὀνόματι δεύτερος, Εὐκλείδαν τὸν αοελφὸν? ἐκ μιᾶς οἰκίας αὑτῷ προσελόμενος, Ἀρχίδαμον δέ, ᾧ προσῆκον ἦν ἀπὸ τῆς ἑτέρας οἰκίας ὄντι συμβασιλεύειν, ἔπεισε μὲν ἐκ Μεσσήνης κατελθεῖν, ἀποθανόντος δὲ τὸν φόνον οὐκ ἐπεξελθών ἐβεβαίωσε τὴν αἰτίαν καθʼ αὑτοῦ τῆς ἀναιρέσεως.
而克里昂米尼,且不论他对监察官们的屠杀,不仅解放了所有的奴隶,而且在事实上独揽王权,在名义上居于第二,从同一家族中选定自己的兄弟欧克里达斯与自己共同执政;而至于阿基达马斯——他属于另一个家族,本享有共同执政的权利——克里昂米尼虽说服他从麦塞讷回国,但当其遇害时,因没有追究这桩谋杀,反而证实了自己作为幕后主使的嫌疑。
§5.3καίτοι Λυκοῦργος, ὃν προσεποιεῖτο μιμεῖσθαι, τὴν μὲν βασιλείαν ἑκὼν ἀπέδωκε τῷ παιδὶ τοῦ ἀδελφοῦ Χαρίλλῳ, φοβούμενος δὲ μή, κἂν ἄλλως ἀποθάνῃ τὸ μειράκιον, αἰτία τις ἐπʼ αὐτὸν ἔλθῃ, πολὺν χρόνον ἔξω πλανηθεὶς οὐ πρότερον ἐπανῆλθεν ἢ παῖδα τῷ Χαρίλλῳ γενέσθαι διάδοχον τῆς ἀρχῆς, ἀλλὰ Λυκούργῳ μὲν οὐδὲ ἄλλος τις Ἑλλήνων παραβλητὸς οὐδείς· ὅτι δὲ τοῖς Κλεομένους πολιτεύμασι καινοτομίαι καὶ παρανομίαι μείζονες ἔνεισι, δεδήλωται.
然而,他声称要效仿的来库古,却自愿将王位归还给兄长之子查里劳斯,由于害怕万一这年轻人因其他原因死去、自己会遭到某种嫌疑,他在国外漂泊了很长时间,直到查里劳斯有了儿子继承王位之后才回国。 不过,希腊人中确实没有任何人能与来库古相比;而克里昂米尼的政绩中包含着更大的变革和违法行为,这一点已经阐明。
§5.4καὶ μὴν οἵ γε τὸν τρόπον αὑτῶν ψέγοντες τούτοις μὲν ἐξ ἀρχῆς τυραννικὸν καὶ πολεμοποιὸν αἰτιῶνται γενέσθαι, τῇ δὲ ἐκείνων φύσει φιλοτιμίας ἀμετρίαν, ἄλλο δὲ οὐδέν οἱ φθονοῦντες ἐπικαλεῖν εἶχον ἐκριπισθέντας δὲ τῷ πρὸς τοὺς ἐνισταμένους ἀγῶνι καὶ θυμῷ παρὰ τὴν αὑτῶν φύσιν ὥσπερ πνοαῖς, ἐφεῖναι περὶ τὰ ἔσχατα τὴν πολιτείαν ὡμολόγουν.
再者,那些指责他们性格的人,指控前者从一开始就表现得专制且好战,而对于后者的天性,即便那些嫉妒他们的人,除了过度追求荣誉之外,也无从指责其他任何事情;并且他们承认,这两人由于与对手的抗争和愤怒,仿佛被狂风吹袭一般,违背了自身的天性,使得国家陷入了极端的境地。
§5.5ἐπεὶ τῆς γε πρώτης ὑποθέσεως τί κάλλιον ἢ δικαιότερον ἦν, εἰ μὴ κατὰ βίαν καὶ δυναστείαν ἐπιχειρήσαντες ἐξῶσαι τὸν νόμον οἱ πλούσιοι περιέστησαν ἀμφοτέροις ἀγῶνας, τῷ μὲν φοβουμένῳ ὑπὲρ αὑτοῦ, τῷ δὲ ἐκδικοῦντι τὸν ἀδελφόν ἄνευ δίκης καὶ δόγματος οὐδὲ ὑπʼ ἄρχοντος ἀναιρεθέντα;
因为就他们最初的宗旨而言,若非富人们企图以暴力和权势废除法律、从而使他们两人陷入斗争,还有什么比这更美好或更公正的呢? 结果导致一者为自身安危担忧,另一者则为那未经审判和决议、甚至不由政务官执行便被杀害的兄长复仇。
§5.6Συνορᾷς μὲν οὖν καὶ αὐτὸς ἐκ τῶν εἰρημένων τὴν διαφοράν εἰ δὲ δεῖ καὶ καθʼ ἕκαστον ἀποφήνασθαι, Τιβέριον μὲν ἀρετῇ πεπρωτευκέναι τίθημι πάντων, ἐλάχιστα δὲ ἡμαρτηκέναι τὸ μειράκιον Ἆγιν, πράξει δὲ καὶ τόλμῃ Γάϊον οὐκ ὀλίγῳ Κλεομένους ὕστερον γεγονέναι.
因此,你自己也从上述所言中看出了其中的差别;但若有必要就每个人做出裁断,我认为提比略在德行上居所有人首位,而年轻的亚基斯犯错最少,在行动和胆识方面,盖乌斯则少不免落在克里昂米尼之后。

词汇与语法注释

  1. §5.1ἄκοντος αὑτοῦ — 属格绝对构文。第三人称反身代词 αὑτοῦ 指代盖乌斯,作为分词 ἄκοντος(违背其意愿)和 ἀγανακτοῦντος(愤慨)的逻辑主语,其与主句被动动词 διεφθάρη(被杀)的主语安提利乌斯不同。
  2. §5.3οὐ πρότερον ἐπανῆλθεν ἢ παῖδα τῷ Χαρίλλῳ γενέσθαι διάδοχον — 表示时间前后关系的关联结构 οὐ πρότερον ... ἢ(直到……才……)。连词 ἢ 后面接带对格的不定式结构(accusative with infinitive),其中不定式 γενέσθαι 的逻辑主语为对格的 παῖδα。
  3. §5.6οὐκ ὀλίγῳ Κλεομένους ὕστερον — ὀλίγῳ 是表示差异程度的与格(dative of degree of difference),修饰具有比较意义的副词 ὕστερον(在其后、落后)。其否定形式 οὐκ ὀλίγῳ 意为“相差不小(即逊色许多)”。Κλεομένους 则是表示比较对象的比较属格(genitive of comparison)。

引用这一段

普鲁塔克, 亚基斯与克里昂米尼及格拉古兄弟比较列传 §5.1-5.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg053.humanitext-grc2:5.1-5.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。