Humanitext Reader

普鲁塔克 · 阿格西劳斯与庞培比较列传 §3.1-3.5

军事战功与对敌宽容度的比较

第 3 段,共 5 段 · 希腊语

内容简介

作者对比了阿格西劳斯和庞培的军事战绩及对敌宽容度,并严厉批评了庞培在危机管理中的表现,指责他在凯撒进军时因恐惧而抛弃罗马。

§3.1ἀπʼ ἄλλης τοίνυν ἀρχῆς, ἐν ταῖς στρατηγίαις καὶ τοῖς πολεμικοῖς, ἀριθμῷ μὲν τροπαίων καὶ μεγέθει δυνάμεων ἃς ἐπηγάγετο Πομπήϊος, καὶ πλήθει παρατάξεων ἃς ἐνίκησεν, οὐδʼ ἂν ὁ Ξενοφῶν μοι δοκεῖ παραβαλεῖν τὰς Ἀγησιλάου νίκας, ᾧ διὰ τἆλλα καλὰ καθάπερ γέρας ἐξαίρετον δέδοται καὶ γράφειν ὃ βούλοιτο καὶ λέγειν περὶ τοῦ ἀνδρός.
因此,如果我们从另一个起点,即他们的将才与军事成就来看,就庞培所立战功纪念碑的数量、所统率军队的规模,以及他所击败的会战次数而言,我认为即使是塞诺芬也不会拿阿格西劳斯的胜利与之相比,尽管塞诺芬因阿格西劳斯的其他美德,仿佛获得了特权,得以对他所希望的事物畅所欲言、任意著述。
§3.2οἶμαι δὲ καὶ τῇ πρὸς τοὺς πολεμίους ἐπιεικείᾳ διαφέρειν τὸν ἄνδρα τοῦ ἀνδρός.
但我也认为,在对敌人的宽大处理上,两人之间高下立判。
ὁ μὲν γὰρ ἀνδραποδίσασθαι Θήβας καὶ Μεσσήνην ἐξοικίσασθαι βουλόμενος, ἣν μὲν ὁμόκληρον τῆς πατρίδος, ἣν δὲ μητρόπολιν τοῦ γένους, παρʼ οὐδὲν ἦλθε τὴν Σπάρτην ἀποβαλεῖν, ἀπέβαλε δὲ τὴν ἡγεμονίαν ὁ δὲ καὶ τῶν πειρατῶν τοῖς μεταβαλομένοις πόλεις ἔδωκε, καὶ Τιγράνην τὸν Ἀρμενίων βασιλέα γενόμενον ἐφʼ ἑαυτῷ θριαμβεῦσαι σύμμαχον ἐποιήσατο, φήσας ἡμέρας μιᾶς αἰῶνα προτιμᾶν.
因为后者(阿格西劳斯)企图奴役底比斯并驱逐梅塞内的居民——底比斯与他的祖国地位平等,而梅塞内则是他族群的母都市——他甚至险些失去斯巴达本身,并且失去了霸权;而前者(庞培)则向那些改过自新的海贼提供城市,并使落在自己手中、本该在凯旋式中被展示的亚美尼亚国王提格兰成为自己的盟友,并声称自己宁可选择一生的友好,也不要一天的虚荣。
§3.3εἰ μέντοι τοῖς μεγίστοις καὶ κυριωτάτοις εἰς τὰ ὅπλα πράγμασι καὶ λογισμοῖς προστίθεται πρωτεῖον ἀρετῆς ἀνδρὸς ἡγεμόνος, οὐ μικρὸν ὁ Λάκων τὸν Ῥωμαῖον ἀπολέλοιπε.
然而,如果指挥官美德的首位应当归于在军事上最重大、最决定性的行动与决策,那么这位斯巴达人较之罗马人实在大有不及。
πρῶτον μὲν γὰρ οὐ προήκατο τὴν πόλιν οὐδʼ ἐξέλιπεν ἑπτὰ μυριάσι στρατοῦ τῶν πολεμίων ἐμβαλόντων, ὀλίγους ἔχων ὁπλίτας καὶ προνενικημένους ἐν Λεύκτροις· §3.4Πομπήϊος δέ, πεντακισχιλίοις μόνοις καὶ τριακοσίοις μίαν Καίσαρος πόλιν Ἰταλικὴν καταλαβόντος, ἐξέπεσε τῆς Ῥώμης ὑπὸ δέους, ἢ τοσούτοις εἴξας ἀγεννῶς ἢ πλείονας ψευδῶς εἰκάσας·
因为首先,在敌人以七万大军入侵时,阿格西劳斯并没有放弃或离开自己的城市,尽管他只有少数重装步兵,且这些士兵已经在留克特拉战役中遭遇惨败;而庞培却在凯撒仅带了五千三百人占领意大利境内的一座城市时,便因恐惧而逃离了罗马,他要么是卑劣地向如此少数的敌人屈服,要么是错误地高估了对方的人数。
καὶ συσκευασάμενος τὰ τέκνα καὶ τὴν γυναῖκα αὑτοῦ, τὰς δὲ τῶν ἄλλων πολιτῶν ἐρήμους ἀπολιπὼν ἔφυγε, δέον ἢ κρατεῖν μαχόμενον ὑπὲρ τῆς πατρίδος ἢ δέχεσθαι διαλύσεις παρὰ τοῦ κρείττονος·
他收拾了自己的妻子儿女,却把其他公民的妻子儿女弃置于无依无靠的境地而独自逃跑。
ἦν γὰρ πολίτης καὶ οἰκεῖος· §3.5νῦν δὲ ᾧ στρατηγίας χρόνον ἐπιμετρῆσαι καὶ ὑπατείαν ψηφίσασθαι δεινὸν ἡγεῖτο, τούτῳ παρέσχε λαβόντι τὴν πόλιν εἰπεῖν πρὸς Μέτελλον ὅτι κἀκεῖνον αἰχμάλωτον αὑτοῦ νομίζει καὶ τοὺς ἄλλους ἅπαντας.
他本应当为祖国奋战求胜,或者接受强者提出的和解条件,因为对方毕竟是同胞公民,也是姻亲;但事实却是,对于那个庞培曾认为延长其指挥权及通过其执政官选举是不可容忍的人,庞培却在对方夺取罗马城后,使其有机会对梅特路斯说:他将梅特路斯以及其他所有人都视为自己的俘虏。

词汇与语法注释

  1. §3.1 — 关系代名词 ᾧ 的先行词是塞诺芬(Ξενοφῶν),为与格,作 δέδοται 的补语。接下来的短语“διὰ τἆλλα καλὰ”(由于其他美德)通常指阿格西劳斯的其他美德,其丰富性使得塞诺芬获得了能够自由著述的特权。
  2. §3.2διαφέρειν τὸν ἄνδρα τοῦ ἀνδρός — 动词 διαφέρω(胜过、不同)支配比较属格(τοῦ ἀνδρός)。作不定式主语的对格 τὸν ἄνδρα 与其搭配,整体意思是“一个男子(庞培)胜过另一个男子(阿格西劳斯)”。
  3. §3.2παρʼ οὐδὲν ἦλθε ... ἀποβαλεῖν — 短语 παρʼ οὐδὲν ἔρχομαι 加上不定式是一个惯用表达,意为“几乎要……”或“差一点就……”。这里表示阿格西劳斯差一点就失去了斯巴达本身。
  4. §3.3οὐ μικρὸν ... ἀπολέλοιπε — 动词 ἀπολείπω(落后、不及)在此直接支配对格 τὸν Ῥωμαῖον(罗马人)作为宾语。主语是前文的 ὁ Λάκων(斯巴达人,即阿格西劳斯),与副词性对格 οὐ μικρὸν(不小,即大大地)搭配,表示“大大落后”。
  5. §3.4τὰς δὲ τῶν ἄλλων πολιτῶν ἐρήμους — 名词省略。对应于前文的“τὰ τέκνα καὶ τὴν γυναῖκα αὑτοῦ”(自己的孩子和妻子),此处省略了表示其他公民的“妻子们(或家属)”的阴性复数名词 γυναῖκας(或类似词汇)。因此,冠词 τὰς 和形容词 ἐρήμους 均采用阴性复数形式。

引用这一段

普鲁塔克, 阿格西劳斯与庞培比较列传 §3.1-3.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg046.humanitext-grc2:3.1-3.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。