§2.1εἰ δὲ καὶ τύχην τινὰ τῶν ἀνδρῶν ἑκατέρου τοῖς σφάλμασι προσοιστέον, ἀνέλπιστος μὲν ἡ Πομπηΐου Ῥωμαίοις, Ἀγησίλαος δὲ Λακεδαιμονίους ἀκούοντας καὶ προειδότας οὐκ εἴασε φυλάξασθαι τὴν χωλὴν βασιλείαν.
此外,如果在他们两人的失败中也要归因于某种运气,那么庞培的厄运对罗马人来说确实是意料之外的;而阿格西劳斯却在拉刻代蒙人已经听到并预先知道警告的情况下,仍不允许他们防范“跛足的王位”。
καὶ γὰρ εἰ μυριάκις ἠλέγχθη Λεωτυχίδης ἀλλότριος εἶναι καὶ νόθος, οὐκ ἂν ἠπόρησαν Εὐρυπωντίδαι γνήσιον καὶ ἀρτίποδα τῇ Σπάρτῃ βασιλέα παρασχεῖν, εἰ μὴ διʼ Ἀγησίλαον ἐπεσκότησε τῷ χρησμῷ Λύσανδρος.
因为,即使里奥提西德斯被证实一万次是外人或者是私生子,如果莱桑德没有为了阿格西劳斯的缘故而用解释蒙蔽神谕,欧里庞提德家族绝不至于无法为斯巴达提供一位合法且双足健全的国王。
§2.2οἷον μέντοι τῇ περὶ τῶν τρεσάντων ἀπορίᾳ προσήγαγεν ὁ Ἀγησίλαος ἴαμα μετὰ τὴν ἐν Λεύκτροις ἀτυχίαν, κελεύσας τοὺς νόμους ἐκείνην τὴν ἡμέραν καθεύδειν, οὐ γέγονεν ἄλλο σόφισμα πολιτικόν, οὐδʼ ἔχομέν τι τοῦ Πομπηΐου παραπλήσιον, ἀλλὰ τοὐναντίον οὐδʼ οἷς αὐτὸς ἐτίθει νόμοις ᾤετο δεῖν ἐμμένειν, τὸ δύνασθαι μέγα τοῖς φίλοις ἐνδεικνύμενος, ὁ δὲ εἰς ἀνάγκην καταστὰς τοῦ λῦσαι τοὺς νόμους ἐπὶ τῷ σῶσαι τοὺς πολίτας, ἐξεῦρε τρόπον ᾧ μήτε ἐκείνους βλάψουσι μήτε ὅπως οὐ βλάψωσι λυθήσονται.
然而,在留克特拉惨败之后,针对那些临阵脱逃者的困境,阿格西劳斯通过命令法律“在这一天入睡”而采取的救治办法,这样卓越的政治妙计再无其他,我们在庞培那里也找不到任何类似的举措。 相反,庞培甚至认为自己不应遵守自己制定的法律,以此向朋友展示自己的巨大权力;而阿格西劳斯在被迫为了拯救公民而暂停法律时,却找到了一种既不伤害他们、也不为了不伤害他们而使法律遭到废除的方法。
§2.3τίθεμαι δὲ κἀκεῖνο τὸ ἀμιμητον ἔργον εἰς πολιτικὴν ἀρετὴν τοῦ Ἀγησιλάου, τὸ δεξάμενον τὴν σκυτάλην ἀπολιπεῖν τὰς ἐν Ἀσίᾳ πράξεις, οὐ γάρ, ὡς Πομπήϊος, ἀφʼ ὧν ἑαυτὸν ἐποίει μέγαν ὠφέλει τὸ κοινόν, ἀλλὰ τὸ τῆς πατρίδος σκοπῶν τηλικαύτην ἀφῆκε δύναμιν καὶ δόξαν ἡλίκην οὐδεὶς πρότερον οὐδὲ ὕστερον πλὴν Ἀλέξανδρος ἔσχεν.
我还将阿格西劳斯在收到传令棒(斯库塔莱)后放弃在亚洲的行动,视为其政治美德中不可模仿的壮举。 因为他不像庞培那样,通过使自己变得伟大的途径来使公众获益,而是为了祖国的利益,放弃了如此巨大的权力和名望,这权力与名望在亚历山大之前或之后,无人能够企及。