§4.1ὃ τοίνυν ἔργον ἐστὶν ἀγαθοῦ στρατηγοῦ μάλιστα, κρείττονα μὲν ὄντα βιάσασθαι τοὺς πολεμίους μάχεσθαι, λειπόμενον δὲ δυνάμει μὴ βιασθῆναι, τοῦτο ποιῶν Ἀγησίλαος ἀεὶ διεφύλαξεν ἑαυτὸν ἀνίκητον·
然而,优秀将领的首要职责,莫过于在己方占优时强迫敌人交战,在兵力劣势时则避免被强迫交战;阿格西劳斯通过践行这一点,始终保持自己立于不败之地。
Πομπήϊον δὲ Καῖσαρ, οὗ μὲν ἦν ἐλάττων, διέφυγε μὴ βλαβῆναι, καθὸ δὲ κρείττων ἦν, ἠνάγκασεν ἀγωνισάμενον τῷ πεζῷ περὶ πάντων σφαλῆναι, καὶ κύριος εὐθὺς ἦν χρημάτων καὶ ἀγορᾶς καὶ θαλάττης, ὑφʼ ὧν διεπέπρακτο ἂν ἄνευ μάχης ἐκείνοις προσόντων.
而凯撒在自己处于劣势时,设法避免了被庞培伤害,但在自己占优时,则强迫庞培在陆战中孤注一掷并彻底击败了他,从而立刻掌控了资金、给养和海洋——如果这些资源仍留在他的敌人手中,本可在不经交战的情况下击败凯撒。
§4.2τὸ δʼ ὑπὲρ τούτων ἀπολόγημα μέγιστόν ἐστιν ἔγκλημα στρατηγοῦ τηλικούτου.
然而,为庞培所作的这一辩护,反而是对如此伟大的将领的最大指控。
νέον μὲν γὰρ ἄρχοντα θορύβοις καὶ καταβοήσεσιν εἰς μαλακίαν καὶ δειλίαν ἐπιταραχθέντα τῶν ἀσφαλεστάτων ἐκπεσεῖν λογισμῶν εἰκός ἐστι καὶ συγγνωστόν Πομπήϊον δὲ Μάγνον, οὗ Ῥωμαῖοι τὸ μὲν στρατόπεδον πατρίδα, σύγκλητον δὲ τὴν σκηνήν, ἀποστάτας δὲ καὶ προδότας τοὺς ἐν Ῥώμῃ πολιτευομένους καὶ στρατηγοῦντας καὶ ὑπατεύοντας ἐκάλουν, ἀρχόμενον δὲ ὑπʼ οὐδενὸς ἔγνωσαν, §4.3πάσας δὲ αὐτοκράτορα στρατευσάμενον ἄριστα τὰς στρατείας, τίς ἂν ἀνάσχοιτο τοῖς Φαωνίου σκώμμασι καὶ Δομετίου, καὶ ἵνα μὴ Ἀγαμέμνων λέγηται, παρʼ ἐλάχιστον ἐκβιασθέντα τὸν περὶ τῆς ἡγεμονίας καὶ ἐλευθερίας ἀναρρῖψαι κίνδυνον;
因为一个年轻的指挥官,受到众人的喧嚣与指责而陷入软弱和胆怯,并放弃最安全的计划,这本是情有可原且可以理解的;但对于大庞培而言,罗马人曾将他的营地视为祖国,将他的军帐视为元老院,而将罗马城内执政、任将、当政的人称为叛逆者与叛徒,且众人皆知他不受任何人控制,并且作为全权统帅极其出色地指挥了所有的战役——谁能容忍他竟因法奥尼乌斯和多米提乌斯的嘲弄,以及为了不被称为“阿伽门农”,便几乎被强迫着将帝国与自由的命运押在一场危险的赌博上?
ὃς εἰ μόνον ἐσκόπει τὸ παρʼ ἡμέραν ἄδοξον, ὤφειλεν ἀντιστὰς ἐν ἀρχῇ διαγωνίσασθαι περὶ τῆς Ῥώμης, ἀλλὰ μὴ τὴν φυγὴν ἐκείνην ἀποφαίνων στρατήγημα Θεμιστόκλειον ὕστερον ἐν αἰσχρῷ τίθεσθαι τὴν ἐν Θετταλίᾳ πρὸ μάχης διατριβήν.
如果他仅仅考虑一时的恶名,他本应在最初就坚守罗马并为之彻底奋战,而不是在当时把那次逃跑粉饰为塞米斯托克利式的策略,过后却又将自己在色萨利战役前的拖延视为耻辱。
§4.4οὐ γὰρ ἐκεῖνό γε στάδιον αὐτοῖς καὶ θέατρον ἐναγωνίσασθαι περὶ τῆς ἡγεμονίας ὁ θεὸς ἀπέδειξε τὸ Φαρσάλιον πεδίον, οὐδὲ ὑπὸ κήρυκος ἐκαλεῖτο μάχεσθαι κατιὼν ἢ λιπεῖν ἑτέρῳ τὸν στέφανον, ἀλλὰ πολλὰ μὲν πεδία μυρίας δὲ πόλεις καὶ γῆν ἄπλετον ἢ κατὰ θάλατταν εὐπορία παρέσχε βουλομένῳ μιμεῖσθαι Μάξιμον καὶ Μάριον καὶ Λεύκολλον καὶ αὐτὸν Ἀγησίλαον,
因为神并没有将法萨卢斯平原指定为他们争夺霸权的竞技场或剧院,他也没有受到传令官的召唤去下场交战,否则就得把桂冠让给别人;相反,如果他愿意效仿马克西穆斯、马略、卢库鲁斯以及阿格西劳斯本人,无数的平原、成千上万的城市、广袤的土地,或是海上的丰富资源,都向他敞开。
§4.5ὃς οὐκ ἐλάττονας μὲν ἐν Σπάρτῃ θορύβους ὑπέμεινε βουλομένων Θηβαίοις ὑπὲρ τῆς χώρας μάχεσθαι, πολλὰς δʼ ἐν Αἰγύπτῳ διαβολὰς καὶ κατηγορίας καὶ ὑπονοίας τοῦ βασιλέως ἤνεγκεν ἡσυχίαν ἄγειν κελεύων, χρησάμενος δὲ τοῖς ἀρίστοις ὡς ἐβούλετο λογισμοῖς,
阿格西劳斯本人在斯巴达也忍受了不亚于此的喧嚣,当时公民们急于为了领土与底比斯人交战;在埃及,当他要求保持克制时,也承受了来自国王的许多诽谤、指责与怀疑。
§4.6οὐ μόνον Αἰγυπτίους ἄκοντας ἔσωσεν, οὐδὲ τὴν Σπάρτην ἐν τοσούτῳ σεισμῷ μόνος ὀρθὴν ἀεὶ διεφύλαξεν, ἀλλὰ καὶ τρόπαιον ἔστησε κατὰ Θηβαίων ἐν τῇ πόλει, τὸ νικῆσαι παρασχὼν αὖθις ἐκ τοῦ τότε μὴ προαπολέσθαι βιασαμένους.
然而,通过运用他所期望的最佳决策,他不仅违背埃及人的意愿挽救了他们,并在这场政治大震荡中独自始终保全了斯巴达,而且还在城内树立了战胜底比斯人的纪念碑——由于当时强迫他们不要提前灭亡,从而为他们此后获得胜利提供了机会。
ὅθεν Ἀγησίλαος μὲν ὑπὸ τῶν βιασθέντων ὕστερον ἐπῃνεῖτο σωθέντων, Πομπήϊος δὲ διʼ ἄλλους ἁμαρτών, αὐτοὺς οἷς ἐπείσθη κατηγόρους εἶχε.
因此,阿格西劳斯事后受到了那些曾被他强迫而得以生还的公民们的称赞,而庞培虽然是为他人犯错,却反被那些他所听信的人指控。
§4.7καίτοι φασί τινες ὡς ὑπὸ τοῦ πενθεροῦ Σκηπίωνος ἐξηπατήθη·
不过,也有人说他是被岳父西庇阿所欺骗;因为西庇阿想要侵吞并隐匿庞培从亚洲带回的大部分资金,便以资金已尽为由催促决战。
τὰ γὰρ πλεῖστα τῶν χρημάτων ὧν ἐκόμιζεν ἐξ Ἀσίας βουλόμενον αὐτὸν νοσφίσασθαι καὶ ἀποκρύψαντα κατεπεῖξαι τὴν μάχην, ὡς οὐκέτι χρημάτων ὄντων, ὃ κἂν ἀληθὲς ἦν, παθεῖν οὐκ ὤφειλεν ὁ στρατηγός, οὐδὲ ῥᾳδίως οὕτω παραλογισθεὶς ἀποκινδυνεῦσαι περὶ τῶν μεγίστων, ἐν μὲν οὖν τούτοις οὕτως ἑκάτερον ἀποθεωροῦμεν.
但即使这是真的,一位将领也不该遭受此等蒙骗,更不该如此轻易被欺骗而在最重大的事务上冒险。 因此,在这些事情上,我们这样看待他们两人。