§8.1ἐνδόντος δὲ τοῦ πνεύματος φερόμενος νήσοις τισὶν ἐναυλίζεται σποράσιν ἀνύδροις·
风势减弱后,他随波逐流,在一些无水且散落的岛屿上停宿。
κἀκεῖθεν ἄρας καὶ διεκβαλὼν τὸν Γαδειραῖον πορθμόν ἐν δεξιᾷ τοῖς ἐκτὸς ἐπιβάλλει τῆς Ἰβηρίας, μικρὸν ὑπὲρ τῶν τοῦ Βαίτιος ἐκβολῶν, ὃς εἰς τὴν Ἀτλαντικὴν ἐκφερόμενος θάλατταν ὄνομα τῇ περὶ αὐτὸν Ἰβηρίᾳ, παρέσχεν.
他从那里启航,穿过加代拉海峡,将其置于右侧,在巴埃提斯河口稍上方的伊比利亚外侧靠岸,这条河流入大西洋,并为其周围的伊比利亚地区命名。
§8.2ἐνταῦθα ναῦταί τινες ἐντυγχάνουσιν αὐτῷ νέον ἐκ τῶν Ἀτλαντικῶν νήσων ἀναπεπλευκότες, αἳ δύο μέν εἰσι λεπτῷ παντάπασι πορθμῷ διαιρούμεναι, μυρίους δʼ ἀπέχουσι Λιβύης σταδίους καὶ ὀνομάζονται Μακάρων.
在此处,他遇到了一些刚从亚特兰蒂斯群岛航行回来的水手。 该群岛由两个完全被狭窄海峡隔开的岛屿组成,距离利比亚一万斯塔迪亚,被称为‘福地群岛’。
ὄμβροις δὲ χρώμεναι μετρίοις σπανίως, τὰ δὲ πλεῖστα πνεύμασι μαλακοῖς καὶ δροσοβόλοις, οὐ μόνον ἀροῦν καὶ φυτεύειν παρέχουσιν ἀγαθὴν καὶ πίονα χώραν, ἀλλὰ καὶ καρπὸν αὐτοφυῆ φέρουσιν ἀποχρῶντα πλήθει καὶ γλυκύτητι βόσκειν ἄνευ πόνων καὶ πραγματείας σχολάζοντα δῆμον.
那里极少下起适度的雨水,大体上吹着温和且带有露水的风,不仅为耕作和种植提供了优良肥沃的土地,而且还长出充足且甜美的天然果实,足以养活无须劳作和操心、安享闲暇的人民。
§8.3ἀὴρ δὲ ἄλυπος ὡρῶν τε κράσει καὶ μεταβολῆς μετριότητι κατέχει τὰς νήσους, οἱ μέν γὰρ ἐνθένδε τῆς γῆς ἀποπνέοντες ἔξω βορέαι καὶ ἀπηλιῶται διὰ μῆκος ἐκπεσόντες εἰς τόπον ἀχανῆ διασπείρονται καὶ προαπολείπουσι, πελάγιοι δὲ περιρρέοντες ἀργέσται καὶ ζέφυροι βληχροὺς μέν ὑετοὺς καὶ σποράδας ἐκ θαλάττης ἐπάγοντες, τὰ δὲ πολλὰ νοτεραῖς αἰθρίαις ἐπιψύχοντες ἡσυχῇ τρέφουσιν, ὥστε μέχρι τῶν βαρβάρων διῖχθαι πίστιν ἰσχυράν αὐτόθι τὸ Ἠλύσιον εἶναι πεδίον καὶ τὴν τῶν εὐδαιμόνων οἴκησιν, ἣν Ὅμηρος ὕμνησε.
因气候的调和与季节交替的温和,一种无害而舒适的空气笼罩着这些岛屿。 因为从我们陆地向外吹去的北风和东风,由于距离遥远,消散并消失在广袤的空间中;而从海上环绕吹来的西北风和西风,则从海上带来温和且零星的降雨,大多时候通过湿润的晴天带来凉爽,静静地滋养着土地。 结果,甚至在蛮族中也流传着坚定的信念,认为这里就是荷马所歌颂的‘爱丽舍平原’和‘福人居所’。