§9.1ταῦθʼ ὁ Σερτώριος ἀκούσας ἔρωτα θαυμαστὸν ἔσχεν οἰκῆσαι τὰς νήσους καὶ ζῆν ἐν ἡσυχίᾳ, τυραννίδος ἀπαλλαγεὶς καὶ πολέμων ἀπαύστων.
塞托里乌斯听闻此事后,产生了一种强烈的渴望,想要摆脱僭主统治和永无休止的战争,去那些岛上居住并过上安宁的生活。
αἰσθόμενοι δὲ οἱ Κίλικες, οὐθὲν εἰρήνης δεόμενοι καὶ σχολῆς, ἀλλὰ πλούτου καὶ λαφύρων, εἰς Λιβύην ἀπέπλευσαν, Ἄσκαλιν τὸν Ἴφθα κατάξοντες ἐπὶ τὴν Μαυρουσίων βασιλείαν.
然而,那些完全不需要和平与闲暇、而只要财富和战利品的基利基人察觉到了这一点,便扬帆前往利比亚,企图让意图复辟马乌鲁西亚王位的伊普塔斯之子阿斯卡利斯复辟。
§9.2οὐ μὴν ἀπέκαμεν ὁ Σερτώριος, ἀλλὰ τοῖς πρὸς τὸν Ἄσκαλιν διαπολεμοῦσιν ἔγνω βοηθεῖν, ὡς οἱ σὺν αὐτῷ καινήν τινα λαβόντες ἐλπίδων ἀρχὴν καὶ πράξεων ἑτέρων ὑπόθεσιν μὴ διαλυθεῖεν ὑπὸ τῆς ἀπορίας, ἀσμένοις δὲ τοῖς Μαυρουσίοις ἀφικόμενος εἴχετο ἔργου, καὶ καταμαχεσάμενος τὸν Ἄσκαλιν ἐπολιόρκει.
塞托里乌斯却并未放弃,而是决定援助那些与阿斯卡利斯交战的人,以便让他的部下获得某种新的希望开端和另一项行动的契机,不至于因陷入穷困而分崩离析。 他在马乌鲁西亚人热烈欢迎下抵达后,便着手行动,打败了阿斯卡利斯并对其展开围攻。
§9.3Σύλλα δὲ Πακκιανὸν ἐκπέμψαντος βοηθῆσαι τοῖς περὶ τὸν Ἄσκαλιν μετὰ δυνάμεως, συμβαλὼν ὁ Σερτώριος τὸν μὲν Πακκιανὸν ἀπέκτεινε, τὴν δὲ στρατιὰν κρατήσας προσηγάγετο, καὶ τὴν Τίγγιν, εἰς ἣν ὁ Ἄσκαλις συνέφυγε μετὰ τῶν ἀδελφῶν, ἐξεπολιόρκησεν.
苏拉派帕基亚努斯率军去援助阿斯卡利斯一伙。 塞托里乌斯与之交战,杀死了帕基亚努斯,并在击败其军队后,将他们纳为部属,随后围攻并攻克了阿斯卡利斯与其兄弟们一同逃入的廷吉斯城。
ἐνταῦθα τὸν Ἀνταῖον οἱ Λίβυες ἱστοροῦσι κεῖσθαι·
利比亚人传说安泰俄斯就葬在这里。
καὶ τὸν τάφον αὐτοῦ Σερτώριος διέσκαψε τοῖς βαρβάροις ἀπιστῶν διὰ μέγεθος, ἐντυχὼν δὲ τῷ σώματι πηχῶν ἑξήκοντα μῆκος, ὥς φασι, κατεπλάγη, καὶ σφάγιον ἐντεμὼν συνέχωσε τὸ μνῆμα, καὶ τὴν περὶ αὐτοῦ τιμήν τε καὶ φήμην συνηύξησε.
塞托里乌斯因其巨大的身躯而不相信蛮族的说法,于是掘开了他的坟墓。 据说,当他发现一具长达六十肘的遗体时,大为震惊。 在献祭之后,他重新填平了坟墓,反而使关于安泰俄斯的崇敬与传闻更增添了光彩。
§9.4Τιγγῖται δὲ μυθολογοῦσιν Ἀνταίου τελευτήσαντος τὴν γυναῖκα Τίγγην Ἡρακλεῖ συνελθεῖν, Σόφακα δʼ ἐξ αὐτῶν γενόμενον βασιλεῦσαι τῆς χώρας καὶ πόλιν ἐπώνυμον τῆς μητρὸς ἀποδεῖξαι, Σόφακος δὲ παῖδα γενέσθαι Διόδωρον, ᾧ πολλὰ τῶν Λιβυκῶν ἐθνῶν ὑπή·
廷吉斯人则传述神话称,安泰俄斯死后,其妻廷吉与赫拉克勒斯结合,两人生下索法克斯,后者统治了这片土地,并建立了一座以其母亲命名的城市。
κουσεν Ἑλληνικὸν ἔχοντι στράτευμα τῶν αὐτόθι κατῳκισμένων ὑφʼ Ἡρακλέους Ὀλβιανῶν καὶ Μυκηναίων.
索法克斯生子狄奥多罗斯,他拥有一支由赫拉克勒斯安置在此的奥尔比亚人和迈锡尼人组成的希腊军队,使许多利比亚部族臣服于他。
§9.5ἀλλὰ ταῦτα μὲν ἀνακείσθω τῇ Ἰόβα χάριτι, τοῦ πάντων ἱστορικωτάτου βασιλέων· ἐκείνου γὰρ ἱστοροῦσι τοὺς προγόνους Διοδώρου καὶ Σόφακος ἀπογόνους εἶναι.
不过,这些故事姑且归于所有国王中最精通历史的尤巴的恩宠吧,因为人们传说他的祖先就是狄奥多罗斯和索法克斯的后代。
Σερτώριος δὲ πάντων ἐγκρατὴς γενόμενος τοὺς δεηθέντας αὐτοῦ καὶ πιστεύσαντας οὐκ ἠδίκησεν, ἀλλὰ καὶ χρήματα καὶ πόλεις καὶ τὴν ἀρχὴν ἀπέδωκεν αὐτοῖς, ὅσα καλῶς εἶχε δεξάμενος διδόντων.
而塞托里乌斯在掌握了绝对权力之后,并没有伤害那些向他请求并信任他的人,反而归还了他们的财产、城市和统治权,只接受了他们主动献上的、收下亦合情合理的东西。