Humanitext Reader

普鲁塔克 · 塞多留传 §7.1-7.4

安尼乌斯入侵与比利牛斯防线溃退

第 7 段,共 27 段 · 希腊语

内容简介

苏拉麾下的将领安尼乌斯逼近伊比利亚,塞尔托里乌斯虽封锁了比利牛斯山脉,但因守将遭到暗杀而被突破,被迫撤退至非洲及周边岛屿。此后他再次遭到安尼乌斯的追击,企图与之海战,却因突发风暴而损失了大部船只,陷入艰难的困境。

§7.1ὡς δὲ Σύλλαν μὲν ἐπυνθάνετο τῆς Ῥώμης κρατεῖν, ἔρρειν δὲ τὴν Μαρίου καὶ Κάρβωνος στάσιν, αὐτίκα προσδοκῶν στρατιὰν διαπολεμήσουσαν αὐτῷ μεθʼ ἡγεμόνος ἀφίξεσθαι φράγνυται τὰ Πυρηναῖα ὄρη διὰ Ἰουλίου Σαλινάτορος ἑξακισχιλίους ὁπλίτας ἔχοντος, καὶ μετʼ οὐ πολὺ Γάϊος Ἄννιος ἐκπεμφθεὶς ὑπὸ Σύλλα καὶ τὸν Ἰούλιον ἀπρόσμαχον ὁρῶν ἐν ἀπόρῳ καθῆστο παρὰ ταῖς ὑπωρείαις.
当他得知苏拉控制了罗马,而马略和卡尔波的党派已经覆灭时,他料定一支由将领率领、旨在与他决战的军队随即就会开到,于是通过手持六千重装步兵的尤利乌斯·萨利纳托尔来封锁比利牛斯山脉。 不久,被苏拉派来的盖乌斯·安尼乌斯到达,但见尤利乌斯难以攻克,便一筹莫展地驻扎在山麓下。
§7.2Καλπουρνίου δέ τινος ἐπίκλησιν Λαναρίου δολοφονήσαντος τὸν Ἰούλιον καὶ τῶν στρατιωτῶν τὰ ἄκρα τῆς Πυρήνης ἐκλιπόντων, ὑπερβαλὼν Ἄννιος ἐπῄει χειρὶ μεγάλῃ τοὺς ἐμποδὼν ἀνιστάς.
然而,一个绰号叫拉纳里乌斯的卡尔普尔尼乌斯刺杀了尤利乌斯,士兵们也放弃了比利牛斯山顶的防线,安尼乌斯越过山脉,率领大军进击,驱散了阻挡他去路的人。
Σερτώριος δὲ οὐκ ὢν ἀξιόμαχος μετὰ τρισχιλίων εἰς Καρχηδόνα τὴν νέαν καταφυγών, κἀκεῖθεν ἐπιβὰς τῶν νεῶν καὶ διαπεράσας τὸ πέλαγος, Λιβύῃ κατὰ τὴν Μαυρουσίαν προσέσχεν.
塞尔托里乌斯无力迎战,便带着三千人逃往新迦太基,并从那里登船渡海,在利比亚的毛鲁西亚附近靠岸。
§7.3ἀφυλάκτοις δὲ τοῖς στρατιώταις ὑδρευομένοις τῶν βαρβάρων ἐπιπεσόντων, συχνοὺς ἀποβαλὼν αὖθις εἰς Ἰβηρίαν ἀπέπλει· καὶ ταύτης μὲν ἀποκρούεται, Κιλισσῶν δὲ λῃστρίδων αὐτῷ προσγενομένων Πιτυούσσῃ νήσῳ προσέβαλε, καὶ ἀπέβη τὴν παρʼ Ἀννίου φρουρὰν βιασάμενος.
但是,蛮族袭击了毫无戒备、正在汲水的士兵,他损失惨重,不得不再次启航返回伊比利亚;他在那里也被击退,但当基利基亚的特务海盗船队加入他时,他袭击了皮蒂乌萨岛,并击溃安尼乌斯的守军,成功登陆。
Ἄννιος δὲ μετʼ οὐ πολὺ παρῆν ναυσί τε πολλαῖς καὶ πεντακισχιλίοις ὁπλίταις, πρὸς ὃν ἐπεχείρησε μὲν διαναυμαχεῖν, καίπερ ἐλαφροῖς καὶ πρὸς τάχος, οὐ πρὸς ἀλκήν, πεποιημένοις σκάφεσι χρώμενος, §7.4ζεφύρῳ δὲ λαμπρῷ τοῦ πελάγους ἀνισταμένου καὶ τὰ πολλὰ τῶν τοῦ Σερτωρίου πλοίων ὑπὸ κουφότητος πλάγια ταῖς ῥαχίαις περιβάλλοντος, αὐτὸς ὀλίγαις ναυσὶ τῆς μὲν θαλάσσης ὑπὸ τοῦ χειμῶνος εἰργόμενος, τῆς δὲ γῆς ὑπὸ τῶν πολεμίων, ἡμέρας δέκα σαλεύων πρὸς ἐναντίον κῦμα καὶ κλύδωνα τραχὺν ἐπιπόνως διεκαρτέρησεν.
但不久之后,安尼乌斯带着许多船只和五千重装步兵赶到,塞尔托里乌斯虽然使用的船只构造轻巧、专为速度而非力量而造,但他还是企图与之进行海战;然而,海上刮起了猛烈的西风,由于船身轻,塞尔托里乌斯的大部分船只被横向推向礁石海岸;他自己则带着少数几艘船,因风暴而无法出海,又因敌人而无法登陆,在狂风巨浪中颠簸了十天,极其艰难地坚持了下来。

词汇与语法注释

  1. 7.1διὰ Ἰουλίου Σαλινάτορος — 前置词 διά 接属格,表示动作的代理者或中介(“通过”、“借助”)。其后的分词 ἔχοντος 为属格,修饰专有名词 Ἰουλίου Σαλινάτορος,用以说明他率领着六千重装步兵。
  2. 7.3ἀφυλάκτοις δὲ τοῖς στρατιώταις ὑδρευομένοις τῶν βαρβάρων ἐπιπεσόντων — 这是一个高度紧凑的双重结构:属格独立分词结构 τῶν βαρβάρων ἐπιπεσόντων(“当蛮族袭击时”)支配着动词 ἐπιπίπτω 所要求的与格补足语 τοῖς στρατιώταις ὑδρευομένοις(“正在汲水的士兵们”),且与格名词进一步受到处于谓语位置的形容词 ἀφυλάκτοις(“毫无防备地”)的修饰。
  3. 7.4περιβάλλοντος — 这是一个属格现在分词单数。它可以被理解为与前文属格独立结构 τοῦ πελάγους ἀνισταμένου(“海浪翻腾”)中的中性单数属格名词 τὸ πέλαγος(“海洋”)相一致。或者,它反映了一种句法转折(破格),其动作发出者其实是前文与格形式出现的西风(ζέφυρος,对应 ζεφύρῳ),在句中被当作属格独立结构的主语来对待。无论何种情况,其含义皆为风浪将船只推向岩石海岸。

引用这一段

普鲁塔克, 塞多留传 §7.1-7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:7.1-7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。