Humanitext Reader

普鲁塔克 · 塞多留传 §20.1-20.3

白鹿的失而复得与讲坛上的奇迹扮演

第 20 段,共 27 段 · 希腊语

内容简介

塞托里乌斯因失去母鹿而沮丧,但母鹿在夜间被意外寻获。他将其隐瞒,随后在讲坛上安排了一场母鹿奇迹般现身的戏码,成功挽回并加深了蛮族对他的信任与希望。

§20.1ἠθύμει δὲ δεινῶς διὰ τὸ μηδαμοῦ φανερὰν τὴν ἔλαφον ἐκείνην εἶναι· μηχανῆς γὰρ ἐπὶ τοὺς βαρβάρους ἐστέρητο θαυμαστῆς, τότε δὴ μάλιστα παραμυθίας δεομένους, εἶτα μέντοι νυκτὸς ἄλλως πλανώμενοί τινες ἐπιτυγχάνουσιν αὐτῇ, καί γνωρίσαντες ἀπὸ τῆς χρόας λαμβάνουσιν.
然而,由于那只著名的母鹿不知去向,他感到极度沮丧;因为他失去了一个用来安抚和管理蛮族的奇妙工具,而此时这些蛮族正特别需要慰藉。 不过,后来有些人在夜间因其他缘故四处徘徊时,偶然碰到了它,并凭着毛色认出了它,将其捕获。
§20.2ἀκούσας δὲ ὁ Σερτώριος ἐκείνοις μὲν ὡμολόγησεν, ἂν μηδενὶ φράσωσι, χρήματα πολλὰ δώσειν, ἀποκρύψας δὲ τὴν ἔλαφον καί διαλιπὼν ὀλίγας ἡμέρας προῄει μάλα φαιδρὸς ἀπʼ ὄψεως ἐπὶ τὸ βῆμα, διηγούμενος τοῖς ἡγεμόσι τῶν βαρβάρων ὡς ἀγαθόν τι μέγα τοῦ θεοῦ προμηνύοντος αὐτῷ κατὰ τοὺς ὕπνους·
塞托里乌斯听闻此事后,向他们许诺,只要不告诉任何人,就给他们一大笔钱。 他把母鹿藏起来,过了几天,他面带极其愉悦的神情走向讲坛,向蛮族的领袖们声称,神明在梦中向他预示了某种极大的吉兆。
εἶτα ἀναβὰς ἐπὶ τὸ βῆμα τοῖς ἐντυγχάνουσιν ἐχρημάτιζεν.
随后,他登上讲坛,开始接待前来办事的众人。
§20.3ἡ δὲ ἔλαφος ὑπὸ τῶν φυλαττόντων αὐτὴν ἐγγὺς ἀφεθεῖσα καί κατιδοῦσα τὸν Σερτώριον ἐχώρει δρόμῳ περιχαρὴς πρὸς τὸ βῆμα, καί παραστᾶσα τὴν κεφαλὴν ἐπέθηκε ταῖς γόνασιν αὐτοῦ καί τῷ στόματι τῆς δεξιᾶς ἔψαυεν, εἰθισμένη καί πρότερον τοῦτο ποιεῖν.
这时,看守母鹿的人在附近将其放开,母鹿一看见塞托里乌斯,便欢快地奔向讲坛,停在旁边,把头搭在他的膝盖上,并用嘴触碰他的右手,它以前就习惯这么做。
ἀντιφιλοφρονουμένου δὲ τοῦ Σερτωρίου πιθανῶς καί τι καί δακρύσαντος, ἔκπληξις εἶχε τοὺς παρόντας τὸ πρῶτον, εἶτα κρότῳ καί βοῇ τὸν Σερτώριον ὡς δαιμόνιον ἄνδρα καί θεοῖς φίλον οἴκαδε προπέμψαντες ἐν εὐθυμίαις καί χρησταῖς ἐλπίσιν ἦσαν.
当塞托里乌斯以逼真的神态抚摩它作为回应、甚至流下了一些眼泪时,起初在场的人都惊愕不已,但随后他们便鼓掌欢呼,将塞托里乌斯当作神圣之人及神明之友护送回家,人人心中都充满了喜悦和美好的希望。

词汇与语法注释

  1. 20.1μηχανῆς ... ἐστέρητο — 动词 ἐστέρητο(意为“被夺去、失去”)支配属格,因此 μηχανῆς θαυμαστῆς 作夺取属格。
  2. 20.1τότε δὴ μάλιστα παραμυθίας δεομένους — 现在分词 δεομένους 修饰前文的受格 τοὺς βαρβάρους。该分词本身表示“需要”,因而要求属格宾语 παραμυθίας。
  3. 20.2ὡς ἀγαθόν τι μέγα τοῦ θεοῦ προμηνύοντος αὐτῷ — 伴有 ὡς 的属格绝对结构(τοῦ θεοῦ προμηνύοντος),用于表示主观的理由或说话者所声称的内容(“声称神明正在预示……”)。
  4. 20.3ἀντιφιλοφρονουμένου δὲ τοῦ Σερτωρίου πιθανῶς καί τι καί δακρύσαντος — 由 δέ 引导的属格绝对结构。两个分词 ἀντιφιλοφρονουμένου(中被动现在时)和 δακρύσαντος(主动不定过去时)的逻辑主语均为 τοῦ Σερτωρίου。
  5. 20.3προπέμψαντες ἐν εὐθυμίαις καί χρησταῖς ἐλπίσιν ἦσαν — 主格复数分词 προπέμψαντεtes 修饰主动词 ἦσαν(未完成过去时第三人称复数)的主语,起时间状语分词的作用(“在护送……之后,他们便处于……”)。

引用这一段

普鲁塔克, 塞多留传 §20.1-20.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:20.1-20.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。