§21.1ἐν δὲ τοῖς τῶν Σεγουντίνων πεδίοις εἰς τὰς ἐσχάτας ἀπορίας κατακεκλεικὼς τούς πολεμίους, ἠναγκάσθη συμβαλεῖν αὐτοῖς καταβαίνουσιν ἐφʼ ἁρπαγὴν καὶ σιτολογίαν.
但在塞贡提亚人的平原上,他已将敌人逼入绝境,由于他们走下山来搜刮抢掠和征集粮食,他被迫与他们交战。
ἠγωνίσθη δὲ λαμπρῶς παρʼ ἀμφοτέρων, καὶ Μέμμιος μὲν ὁ τῶν ὑπὸ Πομπηΐῳ στρατηγῶν ἡγεμονικώτατος ἐν τῷ καρτερωτάτῳ τῆς μάχης ἔπεσεν, ἐκράτει δὲ Σερτώριος καὶ φόνῳ πολλῷ τῶν ἔτι συνεστώτων ἐωθεῖτο πρὸς αὐτὸν Μέτελλον.
双方都进行了英勇的战斗,在庞培手下的将领中最具指挥才能的梅米乌斯在战斗最激烈时阵亡,而塞托里乌斯占了上风,在大肆杀戮仍在抵抗的敌军的同时,他正朝梅特鲁斯本人逼近。
§21.2ὁ δὲ παρʼ ἡλικίαν ὑποστὰς καὶ περιφανῶς ἀγωνιζόμενος παίεται δόρατι.
而梅特鲁斯不顾年迈,挺身而出,奋勇作战,结果被长矛刺中。
τοῦτο τούς μὲν ἰδόντας τῶν Ῥωμαίων, τοὺς δὲ ἀκούσαντας αἰδὼς ἔσχεν ἐγκαταλιπεῖν τὸν ἡγεμόνα, καὶ θυμὸς ἅμα πρὸς τούς πολεμίους παρέστη.
这让看见此景的罗马人以及听闻此事的罗马人,都因背弃统帅而感到羞愧,同时也对敌人产生了无比的愤怒。
προθέμενοι δὲ τούς θυρεοὺς καὶ συνεξενεγκόντες εὐρώστως ἐξωθοῦσι τούς Ἴβηρας· §21.3καὶ γενομένης οὕτω παλιντρόπου τῆς νίκης, ὁ Σερτώριος ἐκείνοις τε φυγὰς ἀδεεῖς μηχανώμενος καὶ τεχνάζων ἑτέραν αὐτῷ δύναμιν συνελθεῖν ἐφʼ ἡσυχίας, εἰς πόλιν ὀρεινὴν καὶ καρτερὰν ἀναφυγὼν ἐφράγνυτο τὰ τείχη καὶ τὰς πύλας ὠχυροῦτο, πάντα μᾶλλον ἢ πολιορκίαν ὑπομένειν διανοούμενος, ἀλλʼ ἐξηπάτα τοὺς πολεμίους· §21.4ἐκείνῳ γὰρ προσκαθεζόμενοι καὶ τὸ χωρίον οὐ χαλεπῶς λήψεσθαι προσδοκῶντες, τούς τε φεύγοντας τῶν βαρβάρων προΐεντο καὶ τῆς ἀθροιζομένης αὖθις τῷ Σερτωρίῳ δυνάμεως ἠμέλησαν.
他们将盾牌挡在身前,合力猛冲,强有力地击退了伊比利亚人;胜利就这样发生了逆转,塞托里乌斯一方面为部下谋划安全的退路,另一方面又施展计谋以便让另一支军队在安静中重新集结,于是他逃进了一座山势险要且坚固的城市,开始堵塞城墙、加固城门,他绝非真想忍受围攻,而是为了欺骗敌人;因为敌军围困该地,期待能毫不费力地夺取此城,结果放任了那些逃跑的蛮族人,也忽视了正为塞托里乌斯再次集结的兵力。
ἠθροίζετο δέ, πέμψαντος ἡγεμόνας ἐπὶ τὰς πόλεις αὐτοῦ, καὶ κελεύοντος ὅταν ἤδη πολλοὺς ἔχωσιν, ἄγγελον ἀποστεῖλαι πρὸς αὐτόν.
而这支兵力之所以能够集结,是因为塞托里乌斯向各城市派遣了将领,并命令他们一旦拥有足够多的人马,就派使者来报告他。
§21.5ἐπεὶ δὲ ἀπέστειλαν, σὺν οὐδενὶ πόνῳ διεκπαισάμενος τούς πολεμίους συνέμιξε τοῖς ἑαυτοῦ· καὶ πάλιν ἐπῄει πολὺς γεγονώς καὶ περιέκοπτεν αὐτῶν τὴν μὲν ἀπὸ τῆς γῆς εὐπορίαν ἐνέδραις καὶ κυκλώσεσι καὶ τῷ πανταχόσε φοιτᾶν ὀξὺς ἐπιών, τὰ δʼ ἐκ θαλάττης λῃστρικοῖς σκάφεσι κατέχων τὴν παραλίαν, ὥστε ἠναγκάσθησαν οἱ στρατηγοὶ διαλυθέντες ὁ μὲν εἰς Γαλατίαν ἀπελθεῖν, Πομπήϊος δὲ περὶ Βακκαίους διαχειμάσαι μοχθηρῶς ὑπὸ ἀχρηματίας, γράφων πρὸς τὴν σύγκλητον ὡς ἀπάξει τὸν στρατόν, εἰ μὴ πέμποιεν ἀργύριον αὐτῷ· καταναλωκέναι γὰρ ἤδη τὰ αὑτοῦ προπολεμῶν τῆς Ἰταλίας.
当他们派出使者后,塞托里乌斯毫不费力地突破了敌人的包围,与自己的军队会合;他又一次以强大的兵力卷土重来,通过埋伏、包围以及神出鬼没的迅速突击,切断了他们从陆路获得的补给,同时用海贼船控制海岸,截断了从海上来的供应,以至于敌方将领不得不分道扬镳,其中一人退往高卢,而庞培则在巴卡埃人地区因缺钱而艰难度冬,并写信给元老院称,如果不给他送钱来,他将撤走军队;因为他在为意大利防卫作战时已经耗尽了自己的财产。
§21.6καὶ πολὺς ἦν οὗτος ἐν Ῥώμῃ λόγος, ὡς Πομπηΐου πρότερος εἰς Ἰταλίαν ἀφίξοιτο Σερτώριος· εἰς τοσοῦτον τοὺς πρώτους καὶ δυνατωτάτους τῶν τότε στρατηγῶν ἡ Σερτωρίου δεινότης κατέστησεν.
这在罗马成为了盛传的话题,说塞托里乌斯会比庞培更早到达意大利;塞托里乌斯的智谋竟然将当时最优秀、最强大的将领们逼到了如此地步。