§20.1ἠθύμει δὲ δεινῶς διὰ τὸ μηδαμοῦ φανερὰν τὴν ἔλαφον ἐκείνην εἶναι· μηχανῆς γὰρ ἐπὶ τοὺς βαρβάρους ἐστέρητο θαυμαστῆς, τότε δὴ μάλιστα παραμυθίας δεομένους, εἶτα μέντοι νυκτὸς ἄλλως πλανώμενοί τινες ἐπιτυγχάνουσιν αὐτῇ, καί γνωρίσαντες ἀπὸ τῆς χρόας λαμβάνουσιν.
But he was terribly despondent because that famous hind was nowhere to be seen; for he had been deprived of an amazing device for managing the barbarians, who at that very time stood in great need of encouragement. However, afterwards, some men wandering by night for other reasons chanced upon her, and recognizing her by her color, captured her.
§20.2ἀκούσας δὲ ὁ Σερτώριος ἐκείνοις μὲν ὡμολόγησεν, ἂν μηδενὶ φράσωσι, χρήματα πολλὰ δώσειν, ἀποκρύψας δὲ τὴν ἔλαφον καί διαλιπὼν ὀλίγας ἡμέρας προῄει μάλα φαιδρὸς ἀπʼ ὄψεως ἐπὶ τὸ βῆμα, διηγούμενος τοῖς ἡγεμόσι τῶν βαρβάρων ὡς ἀγαθόν τι μέγα τοῦ θεοῦ προμηνύοντος αὐτῷ κατὰ τοὺς ὕπνους·
Sertorius, on hearing of this, promised to give them a large sum of money if they would tell no one; and having hidden the hind and let a few days pass, he came forward to the tribunal with a very cheerful countenance, relating to the leaders of the barbarians that the deity was foretelling some great good to him in his dreams.
εἶτα ἀναβὰς ἐπὶ τὸ βῆμα τοῖς ἐντυγχάνουσιν ἐχρημάτιζεν.
Then, having ascended the tribunal, he began to transact business with those who came to him.
§20.3ἡ δὲ ἔλαφος ὑπὸ τῶν φυλαττόντων αὐτὴν ἐγγὺς ἀφεθεῖσα καί κατιδοῦσα τὸν Σερτώριον ἐχώρει δρόμῳ περιχαρὴς πρὸς τὸ βῆμα, καί παραστᾶσα τὴν κεφαλὴν ἐπέθηκε ταῖς γόνασιν αὐτοῦ καί τῷ στόματι τῆς δεξιᾶς ἔψαυεν, εἰθισμένη καί πρότερον τοῦτο ποιεῖν.
And the hind, being let loose nearby by those who were guarding her, and catching sight of Sertorius, ran joyfully toward the tribunal, and standing beside him, she placed her head upon his knees and touched his right hand with her mouth, as she had been accustomed to do before.
ἀντιφιλοφρονουμένου δὲ τοῦ Σερτωρίου πιθανῶς καί τι καί δακρύσαντος, ἔκπληξις εἶχε τοὺς παρόντας τὸ πρῶτον, εἶτα κρότῳ καί βοῇ τὸν Σερτώριον ὡς δαιμόνιον ἄνδρα καί θεοῖς φίλον οἴκαδε προπέμψαντες ἐν εὐθυμίαις καί χρησταῖς ἐλπίσιν ἦσαν.
When Sertorius caressed her in return with convincing affectation and even shed some tears, astonishment seized those present at first; and then, having escorted Sertorius home with clapping and shouting as a divine man and beloved of the gods, they were in high spirits and good hopes.