§19.1ἧτται μὲν οὖν τῷ Σερτωρίῳ πλείονες συνέβαινον, αὑτὸν μὲν ἀήττητον ἀεὶ φυλάττοντι καὶ τοὺς καθʼ αὑτόν, θραυομένῳ δὲ περὶ τοὺς ἄλλους ἡγεμόνας·
因此,更多的败绩降临到塞托里乌斯的军队身上。 虽然他始终保持自己和直属部队不败,但在其他将领的防线上却屡遭挫折。
ἐκ δὲ ὧν ἐπηνωρθοῦτο τὰς ἥττας μᾶλλον ἐθαυμάζετο νικώντων τῶν ἀντιστρατήγων, οἷον ἐν τῇ περὶ Σούκρωνι μάχῃ πρός Πομπήϊον, καὶ πάλιν ἐν τῇ περὶ Τουρίαν πρός τε τοῦτον ὁμοῦ καὶ Μέτελλον.
然而,正因为他善于收拾残局、挽回败势,他甚至比那些获胜的敌方将领更受赞赏,例如在苏克罗与庞培的战斗中,以及在图里亚同时对抗庞培与梅特鲁斯的战斗中。
§19.2ἡ μὲν οὖν περὶ Σούκρωνι μάχη λέγεται γενέσθαι τοῦ Πομπηΐου κατεπείξαντος, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος.
据说,苏克罗战役之所以爆发,是因为庞培急于求战,不愿让梅特鲁斯分沾胜利的荣光。
ὁ δὲ Σερτώριος ἐβούλετο μὲν τῷ Πομπηΐῳ, πρὶν ἐπελθεῖν τὸν Μέτελλον, διαγωνίσασθαι, παραγαγὼν δὲ ἑσπέρας ἤδη συνέβαλεν, οἰόμενος ξένοις οὖσι καὶ ἀπείροις τῶν χωρίων τοῖς πολεμίοις τὸ σκότος ἔσεσθαι καὶ φεύγουσιν ἐμπόδιον καὶ διώκουσι.
而塞托里乌斯也希望在梅特鲁斯赶到之前与庞培决一雌雄,于是在黄昏时分率军出击迎战,他认为黑暗对于不熟悉当地地形的敌军来说,无论是逃跑还是追击都将是障碍。
§19.3γενομένης δὲ τῆς μάχης ἐν χερσίν ἔτυχε μὲν οὐ πρός Πομπήϊον αὐτός, ἀλλὰ πρός Ἀφράνιον ἐν ἀρχῇ συνεστηκώς ἔχοντα τὸ ἀριστερόν, αὐτὸς ἐπὶ τοῦ δεξιοῦ τεταγμένος, ἀκούσας δὲ τῷ Πομπηΐῳ τοὺς συνεστῶτας ὑποχωρεῖν ἐγκειμένῳ καὶ κρατεῖσθαι, τὸ μὲν δεξιὸν ἐπʼ ἄλλοις ἐποιήσατο στρατηγοῖς, πρός δὲ ἐκεῖνο τὸ νικώμενον αὐτὸς ἐβοηδρόμει.
当双方展开近战时,塞托里乌斯起初并没有直接面对庞培,而是与指挥左翼的阿弗拉尼乌斯对阵,他自己则位于右翼。 但当他听说面对庞培攻击的己方部队正在后退且难以招架时,他便把右翼交由其他将领指挥,自己则亲自赶去增援那支正在败退的队伍。
§19.4καὶ τοὺς μὲν ἤδη τρεπομένους τοὺς δὲ ἔτι μένοντας ἐν τάξει συναγαγὼν καὶ ἀναθαρρύνας, ἐξ ὑπαρχῆς ἐνέβαλε τῷ Πομπηΐῳ διώκοντι, καὶ φυγὴν ἐποιήσατο πολλήν, ὅτε καὶ Πομπήϊος ἐγγὺς ἐλθὼν ἀποθανεῖν καὶ τραυματισθείς παραλόγως διέφυγεν.
他重整了已经溃散和仍在坚守阵线的士兵,鼓舞起他们的士气,重新向正在追击的庞培发起冲锋,将敌军彻底击溃。 当时庞培也几近丧命,并在负伤后奇迹般地逃脱。
οἱ γὰρ μετὰ Σερτωρίου Λίβυες, ὡς ἔλαβον αὐτοῦ τὸν ἵππον χρυσῷ κεκοσμημένον καὶ φαλάρων ἀνάπλεων πολυτελῶν, ἐν τῷ διανέμεσθαι καὶ διαφέρεσθαι πρός ἀλλήλους προήκαντο τὴν δίωξιν.
因为塞托里乌斯手下的利比亚士兵在夺得庞培那匹饰有黄金、配有华丽马具的战马后,忙于私分和争夺战利品,从而放弃了追击。
§19.5Ἀφράνιος δὲ τοὺς ἀνθεστῶτας πρός αὑτὸν ἅμα τῷ Σερτώριον ἀπελθεῖν ἐπὶ θάτερα βοηθοῦντα τρεψάμενος εἰς τὸ στρατόπεδον κατήραξε·
而阿弗拉尼乌斯在塞托里乌斯离开去另一侧增援后,立即击溃了面对自己的敌人,并突入其营地。
καὶ συνεισπεσὼν ἐπόρθει σκότους ἤδη ὄντος, μήτε τὴν Πομπηΐου φυγὴν εἰδώς μήτε τοὺς στρατιώτας τῆς ἁρπαγῆς ἐπισχεῖν δυνάμενος, ἐν τούτῳ δὲ Σερτώριος ἀνέστρεψε τὸ καθʼ αὑτὸν νενικηκώς· καὶ τοῖς Ἀφρανίου διʼ ἀταξίαν ταρασσομένοις ἐπιπεσών πολλοὺς διέφθειρε.
由于天色已黑,他并不知道庞培已经败逃,也无法阻止士兵们抢劫,于是在突入后便开始纵兵洗劫。 就在这时,塞托里乌斯在自己那一侧获胜后折返,袭击了因纪律涣散而混乱不堪的阿弗拉尼乌斯军,歼灭了许多人。
§19.6πρωὶ δὲ αὖθις ἐξοπλισθεὶς ἐπὶ μάχην κατέβαινεν, εἶτα Μέτελλον αἰσθόμενος ἐγγὺς εἶναι λύσας τὴν τάξιν ἀνέζευξεν, εἰπών· ἀλλʼ ἔγωγε τὸν παῖδα τοῦτον, εἰ μὴ παρῆν ἡ γραῦς ἐκείνη, πληγαῖς ἂν νουθετήσας εἰς Ῥώμην ἀπεστάλκειν.
次日清晨,塞托里乌斯再次整装准备下山迎战,但随后察觉到梅特鲁斯已经迫近,便解散阵列撤退,并说道: “但至于我,若非那老妇人在场,我早就把这小子痛打一顿送回罗马去了。 ”