Humanitext Reader

普鲁塔克 · 塞多留传 §11.1-11.4

统领卢西塔尼亚人与白鹿的妙计

第 11 段,共 27 段 · 希腊语

内容简介

塞托里乌斯接受卢西塔尼亚人的邀请担任统帅,并征服了邻近的伊比利亚。他利用当地人迷信的天性,将得到的一只白色幼鹿神格化为阿耳忒弥斯的神物,并借此巧妙地编造神谕和营造胜利的吉兆。

§11.1οὐ μὴν ἀλλὰ τότε γε τῶν Λυσιτανῶν καλούντων ἀπῆρεν ἐκ Λιβύης, καὶ τούτους συνέταττεν εὐθὺς αὐτοκράτωρ στρατηγὸς, καὶ τὴν ἐγγὺς Ἰβηρίαν ὑπήκοον ἐποιεῖτο, τῶν πλείστων ἑκουσίως προστιθεμένων, μάλιστα μὲν διὰ τὸ πρᾷον αὐτοῦ καὶ δραστήριον, ἔστι δὲ ἃ καὶ σοφιστικῶς αὐτὸς εἰς ἀπάτην καὶ κήλησιν ἐμηχανᾶτο.
然而,那时由于卢西塔尼亚人的邀请,他便从利比亚启航,并立即作为全权统帅整顿他们,同时使邻近的伊比利亚俯首称臣。 大多数人都是自愿归顺的,这主要是因为他的温和与干练,但也有一些事情是他自己为了欺骗和迷惑而用诡计策划出来的。
καὶ πρῶτόν γε πάντων τὸ περὶ τὴν ἔλαφον.
而在所有这些事情中,首当其冲的就是关于那只牝鹿的事。
ἦν δὲ τοιόνδε.
事情是这样的。
§11.2Σπανὸς ἀνὴρ δημότης τῶν ἐπὶ χώρας βιούντων ἐλάφῳ νεοτόκῳ φευγούσῃ κυνηγέτας ἐπιτυχών αὐτῆς μὲν ἀπελείφθη, τὴν δὲ νεβρὸν, ἐκπλαγεὶς τῇ καινότητι τῆς χρόας λευκὴ γὰρ ἦν πᾶσα, λαμβάνει διώξας.
斯帕诺斯是一个住在乡间的平民,他遇到了一只正躲避猎人、刚生下幼崽的牝鹿;他没能追上母鹿,但因为惊讶于那只幼鹿奇特的毛色(因为全身上下都是白色的),便紧追不舍地将其捕获。
κατὰ τύχην δὲ Σερτωρίου τοῖς τόποις ἐναυλισαμένου, καὶ πᾶν ὅ τις ἐξ ἄγρας ἢ γεωργίας ἥκοι κομίζων δῶρον ἀσμένως δεχομένου, καὶ φιλοφρόνως ἀμειβομένου τοὺς θεραπεύοντας, ἐγχειρίζει φέρων αὐτῷ τὴν νεβρὸν.
当时恰逢塞托里乌斯在当地驻扎,并且乐意接受任何人从狩猎或农耕中带回来的礼物,并亲切地回报那些向他致敬的人,于是斯帕诺斯便将这只幼鹿带去献给了他。
§11.3ὁ δὲ δεξάμενος αὐτίκα μὲν ἥσθη μετρίως· χρόνῳ δὲ ποιησάμενος τιθασὸν οὕτω καὶ φιλάνθρωπον ὥστε καὶ καλοῦντος ἀκούειν, καὶ βαδίζοντί ποι παρακολουθεῖν, ὄχλου τε καὶ θορύβου παντὸς ἀνέχεσθαι στρατιωτικοῦ, κατὰ μικρὸν ἐξεθείαζε φάσκων Ἀρτέμιδος δῶρον τὴν ἔλαφον εἶναι, καὶ πολλὰ τῶν ἀδήλων ἐπεφήμιζεν αὐτῷ δηλοῦν, γινώσκων εὐάλωτον εἰς δεισιδαιμονίαν εἶναι φύσει τὸ βαρβαρικόν.
塞托里乌斯收下它后,起初只是普通地感到高兴;但随着时间的推移,他把这只鹿驯养得如此温顺听话,以至于它只要听到呼唤就会听从,并且无论塞托里乌斯走到哪里都跟着他,还能忍受士兵们的任何喧嚣和嘈杂。 于是,塞托里乌斯便逐渐将它神格化,声称这只牝鹿是阿耳忒弥斯的礼物,并对外宣称它向自己透露了许多不为人知的秘密,因为他深知蛮族的本性在天生上极易受到迷信的影响。
§11.4ὁ δὲ καὶ προσετεχνᾶτο τοιάδε· γνοὺς γὰρ ἂν κρύφα τοὺς πολεμίους ἐμβεβληκότας ποι τῆς ὑπʼ αὐτὸν χώρας ἢ πόλιν ἀφιστάντας, προσεποιεῖτο τὴν ἔλαφον αὐτῷ κατὰ τοὺς ὕπνους διειλέχθαι, κελεύουσαν ἐν ἑτοίμῳ τὰς δυνάμεις ἔχειν, αὖθις δὲ νίκην τινὰ τῶν ἑαυτοῦ στρατη· γῶν ἀκούσας τὸν μὲν ἄγγελον ἔκρυπτε, τὴν δὲ ἔλαφον ἐστεφανωμένην ἐπʼ εὐαγγελίοις προῆγεν, εὐθυμεῖσθαι παρακαλῶν καὶ τοῖς θεοῖς θύειν ὡς ἀγαθόν τι πευσομένους.
他还施展了如下的策略:每当他暗中得知敌人侵入了自己统辖的某处领地,或是煽动某座城市背叛时,他就会假装那只牝鹿在梦中与他对话,嘱咐他要做好军队的准备;而当他听闻自己的某位将领获得胜利时,他则会隐匿信使,并让那只戴着庆祝吉兆花冠的牝鹿出场,劝勉大家振作精神并向神明献祭,因为他们即将听到好消息。

词汇与语法注释

  1. §11.1ἔστι δὲ ἃ — 意为“有些事情”。非人称的 ἔστι 与中性复数宾格关系代词 ἅ 连用,构成表示部分存在的习惯用法(即 ἔστιν οἵ 的格变化形式),在此处作 ἐμηχανᾶτο 的直接宾语。
  2. §11.2ἐλάφῳ νεοτόκῳ φευγούσῃ κυνηγέτας ἐπιτυχών — 支配与格的动词分词 ἐπιτυχών(ἐπιτυγχάνω 的不定过去时分词)修饰与其同格的 ἐλάφῳ。此外,κυνηγέτας(复数宾格)是现在分词 φευγούσῃ(阴性单数与格,来自 φεύγω)的直接宾语,意为“躲避猎人”。
  3. §11.4γνοὺς γὰρ ἂν — 语气词 ἄν 与不定过去时分词 γνούς 连用,表示过去反复或习惯性的行为(“每当他得知时”)。该 ἄν 的作用延伸至后续的未完成过去时主动词 προσεποιεῖτο(“他常假装”),增强了整个句子的习惯性和重复性特征。

引用这一段

普鲁塔克, 塞多留传 §11.1-11.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:11.1-11.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。