Humanitext Reader

普鲁塔克 · 塞多留传 §10.1-10.4

卢西塔尼亚人的邀请与塞托里乌斯的品性

第 10 段,共 27 段 · 希腊语

内容简介

塞托里乌斯因其高尚性格和杰出战术才能而受到卢西塔尼亚人的邀请担任统帅,同时作者对其晚年的残酷行径及性格转变进行了反思。

§10.1ἐντεῦθεν ὅποι χρὴ τραπέσθαι βουλευόμενον ἐκάλουν Λυσιτανοὶ πρέσβεις πέμψαντες ἐφʼ ἡγεμονίᾳ, πάντως μὲν ἄρχοντος ἀξίωμα μέγα καὶ ἐμπειρίαν ἔχοντος δεόμενοι πρὸς τὸν ἀπὸ Ῥωμαίων φόβον, ἐκείνῳ δὲ πιστεύοντες αὑτοὺς μόνῳ πυνθανόμενοι παρὰ τῶν συγγεγονότων τὸ ἦθος αὐτοῦ.
此后,正当他思量该往何处去时,卢西塔尼亚人派遣使者前来,邀请他去担任统帅。 因为面对来自罗马人的恐惧,他们迫切需要一位拥有崇高威望和丰富经验的领袖;而在从那些曾与塞托里乌斯共事过的人口中了解了他的性格后,他们只信任他一人,愿意将自己托付给他。
§10.2λέγεται δὲ ὁ Σερτώριος οὔτε ὑφʼ ἡδονῆς οὔτε ὑπὸ δέους εὐάλωτος γενέσθαι, φύσει δὲ ἀνέκπληκτος ὢν παρὰ τὰ δεινά καὶ μέτριος εὐτυχίαν ἐνεγκεῖν·
据说塞托里乌斯既不易受享乐诱惑,也不易受恐惧动摇,天生在危险面前毫不畏惧,在顺境中也能保持克制。
καὶ πρὸς μὲν εὐθυμαχίαν οὐδενὸς ἀτολμότερος τῶν καθʼ ἑαυτὸν ἡγεμόνων, ὅσα δὲ κλωπείας ἐν πολέμοις ἔργα καὶ πλεονεξίας περὶ τόπους ἐχυροὺς καὶ διαβάσεις τάχους δεομένας ἀπάτης τε καὶ ψευδῶν ἐν δέοντι, σοφιστὴς δεινότατος.
在正面交锋中,他的勇敢不亚于同代的任何将领;而至于战争中的奇袭行动、在险要地势和需要神速的渡口争夺优势、以及在必要时运用欺敌和谎言等方面,他都是一位极其高明的谋士。
§10.3ἐν δὲ ταῖς τιμαῖς τῶν ἀνδραγαθημάτων δαψιλὴς φαινόμενος, περὶ τὰς τιμωρίας ἐμετρίαζε τῶν ἁμαρτημάτων, καίτοι δοκεῖ περὶ τὸν ἔσχατον αὐτοῦ βίον ὠμότητος καὶ βαρυθυμίας τὸ περὶ τοὺς ὁμήρους πραχθὲν ἔργον ἐπιδεῖξαι τὴν φύσιν οὐκ οὖσαν ἥμερον, ἀλλʼ ἐπαμπεχομένην λογισμῷ διὰ τὴν ἀνάγκην.
在表彰英勇行为时他显得毫不吝啬,但在惩罚过失时却颇有分寸。 然而,在他生命的最后阶段,针对人质所犯下的恶行,似乎表明他的本性并非温和,而只是在迫不得已时用理智加以掩饰。
§10.4ἐμοὶ δὲ ἀρετὴν μὲν εἰλικρινῆ καὶ κατὰ λόγον συνεστῶσαν οὐκ ἄν ποτε δοκεῖ τύχη τις ἐκστῆσαι πρὸς τοὐναντίον, ἄλλως δὲ προαιρέσεις καὶ φύσεις χρηστὰς ὑπὸ συμφορῶν μεγάλων παρʼ ἀξίαν κακωθείσας οὐκ ἀδύνατον τῷ δαίμονι συμμεταβαλεῖν τὸ ἦθος.
但在我看来,基于理性的纯粹美德绝不会因任何命运而转向其反面;相反,原本善良的意图和天性,在遭受不配享有的巨大不幸而受损时,其性格随着命运而发生改变并非不可能。
ὃ καὶ Σερτώριον οἶμαι παθεῖν ἤδη τῆς τύχης αὐτὸν ἐπιλειπούσης, ἐκτραχυνόμενον ὑπὸ τῶν πραγμάτων γινομένων πονηρῶν πρὸς τοὺς ἀδικοῦντας.
我认为塞托里乌斯正是遭遇了这种情况:在命运已经开始抛弃他时,由于局势恶化,他对那些伤害他的人变得愈发残酷暴躁。

词汇与语法注释

  1. 10.1βουλευόμενον — 宾格现在分词,修饰主句动词 ἐκάλουν(他们邀请)省略的直接宾语 αὐτόν(他)。它支配间接疑问从句 ὅποι χρὴ τραπέσθαι(该往何处去)。
  2. 10.2μέτριος εὐτυχίαν ἐνεγκεῖν — 不定过去时不定式 ἐνεγκεῖν(承受、承载)作为“说明性(或限制性)不定式”修饰形容词 μέτριος(有节制的)。宾格的 εὐτυχίαν(顺境/幸运)是其宾语,整句意为“在承受顺境时保持节制”。
  3. 10.4οὐκ ἄν ποτε δοκεῖ τύχη τις ἐκστῆσαι — 语气词 ἄν 与不定式 ἐκστῆσαι(改变、使偏离)连用,表示潜在性或可能性(相当于 οὐκ ἄν ἐκστήσειε)。δοκεῖ(似乎)在此基本作为插入语使用,不定式 ἐκστῆσαι 的主语为主格的 τύχη τις(某种命运),而宾格的 ἀρετήν(美德)则是其直接宾语。

引用这一段

普鲁塔克, 塞多留传 §10.1-10.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:10.1-10.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。