§6.1οἱ μὲν οὖν περὶ τὸν Ἀντίπατρον πυθόμενοι ταῦτα κατὰ σχολὴν ἐβουλεύοντο περὶ τῶν ὅλων, ὁ Νεοπτόλεμος δὲ μετὰ τήν φυγὴν ἀφικόμενος πρὸς αὐτούς τήν τε μάχην ἀπήγγελλε καὶ παρεκάλει βοηθεῖν, μάλιστα μὲν ἀμφοτέρους, πάντως δὲ Κρατερόν·
安提帕特及其党羽听闻此事后,正悠闲地商讨全局,而新普托勒莫斯在逃亡后到达他们那里,报告了战况并请求援助,尤其是向他们两人,但无论如何都要克拉特鲁斯出兵。
ποθεῖσθαι γὰρ ὑπερφυῶς ἐκεῖνον ὑπὸ τῶν Μακεδόνων, κἂν μόνον ἴδωσι τήν καυσίαν αὐτοῦ καὶ τήν φωνὴν ἀκούσωσι, μετὰ τῶν ὅπλων ἥξειν φερομένους,
因为他说克拉特鲁斯深受马其顿人的无比爱戴,只要他们一看到他的马其顿帽或听到他的声音,就会拿起武器飞奔而来。
§6.2καὶ γὰρ ἦν ὄντως ὄνομα τοῦ Κρατεροῦ μέγα, καὶ μετὰ τήν Ἀλεξάνδρου τελευτὴν τοῦτον ἐπόθησαν οἱ πολλοί, μνημονεύοντες ὅτι καὶ πρὸς Ἀλέξανδρον ὑπὲρ αὐτῶν ἀνεδέξατο πολλάκις ἀπεχθείας πολλάς, ὑποφερομένου πρὸς τὸν Περσικὸν ζῆλον ἀντιλαμβανόμενος, καὶ τοῖς πατρίοις ἀμύνων διὰ τρυφὴν καὶ ὄγκον ἤδη περιυβριζομένοις.
事实上,克拉特鲁斯的名望确实很大,亚历山大死后,大多数人都渴望他,因为他们还记得,即使是对亚历山大,他也曾多次为了他们的利益而承担了许多怨恨,在亚历山大倒向波斯风尚时极力阻拦,并捍卫因奢侈和傲慢而饱受侮辱的祖国传统。
§6.3τότε δὲ οὖν ὁ Κρατερὸς τὸν μὲν Ἀντίπατρον εἰς Κιλικίαν ἀπέστειλεν, αὐτὸς δὲ τῆς δυνάμεως ἀναλαβὼν πολύ μέρος ἐπὶ τὸν Εὐμενῆ μετὰ τοῦ Νεοπτολέμου προῆγεν, οἰόμενος οὐ προσδεχομένῳ καὶ μετὰ πρόσφατον νίκην ἐν ἀταξίᾳ καὶ περὶ πότους ἔχοντι τήν δύναμιν ἐπιπεσεῖσθαι.
当时,克拉特鲁斯将安提帕特派往基利家,而他自己则带走了大部分军队,与新普托勒莫斯一起向尤曼尼斯进军,料想能在尤曼尼斯防备不及、且其军队在最近的胜利后处于无秩序状态并沉溺于饮酒时发起袭击。
τὸ μὲν οὖν προαισθέσθαι τήν ἔφοδον ἀὺτοῦ τὸν Εὐμενῆ καὶ προπαρασκευάσασθαι νηφούσης ἄν τις ἡγεμονίας, οὐ μὴν ἄκρας θείη δεινότητος· §6.4τὸ δὲ μὴ μόνον τοὺς πολεμίους ἃ μὴ καλῶς εἶχεν αἰσθέσθαι διαφυγεῖν, ἀλλὰ καὶ τοὺς μετʼ ἀὐτοῦ στρατευομένους ἀγνοοῦντας ᾧ μαχοῦνται προενσεῖσαι τῷ Κρατερῷ καὶ ἀποκρύψαι τὸν ἀντιστράτηγον, ἴδιον δοκεῖ τούτου τοῦ ἡγεμόνος ἔργον γενέσθαι, διέδωκε μὲν οὖν λόγον ὡς Νεοπτόλεμος αὖθις ἐπίοι καὶ Πίγρης, ἔχοντες ἱππεῖς καὶ Καππαδοκῶν καὶ Παφλαγόνων.
然而,尤曼尼斯能够预见他的来袭并提前做好准备,这或许可以归功于清醒的统帅能力,但绝称不上是极高的智慧;但是,不仅避免了让敌人察觉到己方的不利之处,而且还让随他作战的人在不知与谁交战的情况下冲向克拉特鲁斯,并将对方将领的身份隐藏起来,这似乎是这位将领所独有的杰作。 因此,他散布流言说新普托勒莫斯正与皮格雷斯卷土重来,携带着卡帕多西亚和帕弗拉戈尼亚的骑兵。
νυκτὸς δὲ ἀναζεῦξαι βουλόμενος, εἶτα καταδαρθών ὄψιν εἶδεν ἀλλόκοτον.
他本想在夜间拔营,随后入睡,做了一个奇异的梦。
§6.5ἐδόκει γὰρ ὁρᾶν Ἀλεξάνδρους δύο παρασκευαζομένους ἀλλήλοις μάχεσθαι, μιᾶς ἑκάτερον ἡγούμενον φάλαγγος· εἶτα τῷ μὲν τήν Ἀθηνᾶν, τῷ δὲ τήν Δήμητραν βοηθοῦσαν ἐλθεῖν, γενομένου δὲ ἀγῶνος ἰσχυροῦ κρατηθῆναι τὸν μετὰ τῆς Ἀθηνᾶς, τῷ δὲ νικῶντι σταχύων δρεπομένην τήν Δήμητραν συμπλέκειν στέφανον.
他仿佛看见两个“亚历山大”正准备互相交战,各自带领着一个方阵;接着,雅典娜前来援助其中一人,得墨忒耳援助另一人;激烈交战之后,得到雅典娜协助的一方战败,而得墨忒耳为胜利者采摘麦穗,编织了一顶王冠。
§6.6αὐτόθεν μὲν οὖν τὴν ὄψιν εἴκαζεν εἶναι πρὸς αὑτοῦ, μαχομένου περὶ γῆς ἀρίστης καὶ τότε πολὺν καὶ καλὸν ἐχούσης ἐν κάλυκι στάχυν ἅπασα γὰο κατέσπαρτο καὶ παρεῖχεν εἰρήνῃ πρέπουσαν ὄψιν, ἀμφιλαφῶς τῶν πεδίων κομώντων μᾶλλον δὲ ἐπερρώσθη πυθόμενος σύνθημα τοῖς πολεμίοις Ἀθηνᾶν καὶ Ἀλέξανδρον εἶναι, Δήμητραν δὴ καὶ αὐτὸς ἐδίδου σύνθημα καὶ Ἀλέξανδρον, ἀναδεῖσθαί τε πάντας ἐκέλευε καὶ καταστέφειν τὰ ὅπλα τῶν σταχύων λαμβάνοντας.
因此,他当即推测这个梦对自己有利,因为他将要争夺一片极为肥沃的土地,当时那里的麦穗在壳中已经长得又多又美;因为整片土地都已播种完毕,呈现出适合和平的景象,平原上郁郁葱葱,繁茂异常。 当得知敌人的口令是“雅典娜与亚历山大”时,他受到了更大的鼓舞;于是他自己也给出了“得墨忒耳与亚历山大”作为口令,并命令所有人将麦穗编成花环戴在头上,并用采摘来的麦穗装饰自己的武器。
§6.7ὁρμήσας δὲ πολλάκις ἐξαγορεῦσαι καὶ φράσαι τοῖς περὶ αὑτὸν ἡγεμόσι καὶ στρατηγοῖς πρὸς ὃν ἔμελλεν ὁ ἀγὼν ἔσεσθαι, καὶ μὴ μόνος ἐν αὑτῷ θέμενος ἀποκρύψαι καὶ κατασχεῖν ἀπόρρητον οὕτως ἀναγκαῖον, ὅμως ἐνέμεινε τοῖς λογισμοῖς καὶ διεπίστευσε τῇ γνώμῃ τὸν κίνδυνον.
他曾多次冲动地想要向身边的军官和将领们说出真相,告诉他们他们将与谁交战,并不把如此必要泄露的秘密独自深藏和隐瞒,但他还是坚守了自己的理智,将这场危机托付给自己的判断。